7-5-2020.-Πέμπτη-της-Γ-Εβδομάδος-μετά-το-Πάσχα.-Μνήμη-τοῦ-φανέντος-Τιμίου-Σταυροῦ-ἐπὶ-Κωνσταντίου-Βασιλέως-υἱοῦ-Κωνσταντίνου.-

Τῌ Ζ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ 2020.
Τῌ ΠΕΜΠΤῌ ΤΗΣ Γ’ ΕΒΔΟΜΑΔΟΣ ΜΕΤΑ ΤΟ ΠΑΣΧΑ.
Μνήμη τοῦ ἐν οὐρανῷ φανέντος σημείου τοῦ Τιμίου Σταυροῦ,
ὥρᾳ τρίτῃ τῆς ἡμέρας, ἐπὶ Κωνσταντίου Βασιλέως, υἱοῦ
Κωνσταντίνου τοῦ Μεγάλου.
ΕΣΠΕΡΙΝΟΣ.
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἦχος πλ. α’
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς
ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς
ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς
ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
2
Ψαλμὸς 103
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης
σφόδρα, ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω
ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ
δέρριν·
ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ, ὁ τιθεὶς νέφη τὴν
ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων·
ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς
αὐτοῦ πυρὸς φλόγα.
ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς
τὸν αἰῶνα τοῦ αἰῶνος.
ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων
στήσονται ὕδατα·
ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου
δειλιάσουσιν.
ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον ὃν
ἐθεμελίωσας αὐτά·
ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι
τὴν γῆν.
ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνὰ μέσον τῶν ὀρέων
διελεύσονται ὕδατα·
ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς
δίψαν αὐτῶν·
ἐπ᾿ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, ἐκ μέσου τῶν
πετρῶν δώσουσι φωνήν.
ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ, ἀπὸ καρποῦ τῶν ἔργων σου
χορτασθήσεται ἡ γῆ.
ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι καὶ χλόην τῇ δουλείᾳ τῶν
ἀνθρώπων τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς·
καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου τοῦ ἱλαρῦναι πρόσωπον
ἐν ἐλαίῳ, καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς
ἐφύτευσας.
3
ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ οἰκία ἡγεῖται
αὐτῶν.
ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγωοῖς.
ἐποίησε σελήνην εἰς καιρούς, ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
ἔθου σκότος, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τὰ
θηρία τοῦ δρυμοῦ.
σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι καὶ ζητῆσαι παρὰ τῷ Θεῷ
βρῶσιν αὐτοῖς.
ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν καὶ εἰς τὰς μάνδρας αὐτῶν
κοιτασθήσονται.
ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν
αὐτοῦ ἕως ἑσπέρας.
ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας,
ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.
αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετά, ὧν οὐκ
ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων·
ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν
αὐτῇ.
πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς
εὔκαιρον.
δόντος σου αὐτοῖς συλλέξουσιν, ἀνοίξαντός σου τὴν χεῖρα, τὰ
σύμπαντα πλησθήσονται χρηστότητος.
ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται· ἀντανελεῖς
τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι καὶ εἰς τὸν χοῦν αὐτῶν
ἐπιστρέψουσιν.
ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ
πρόσωπον τῆς γῆς.
ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας, εὐφρανθήσεται Κύριος ἐπὶ
τοῖς ἔργοις αὐτοῦ·
ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος
τῶν ὀρέων καὶ καπνίζονται.
ᾄσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω·
ἡδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ
Κυρίῳ.
4
ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν
αὐτούς. εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Καὶ πάλιν
Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.
Δόξα… Καὶ νῦν…
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.
Ὁ διάκονος:
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης, καὶ
τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ
Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τῆς εἰρήνης τοῦ
σύμπαντος κόσμου, εὐσταθείας τῶν
ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καὶ τῆς
τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου
δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου,
καὶ τῶν μετὰ πίστεως, εὐλαβείας,
καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ,
τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τῶν εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου
δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τοῦ πατρός καὶ
Ἀρχιεπισκόπου ἡμῶν (……), τοῦ
τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ
5
διακονίας, παντός τοῦ Κλήρου καὶ
τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν
Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας
ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν
καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ,
τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τῆς πόλεως (Μονῆς,
Κώμης) ταύτης, πάσης πόλεως καὶ
χώρας καὶ τῶν πίστει οἰκούντων ἐν
αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ εὐκρασίας ἀέρων,
εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ
καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου
δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ πλεόντων,
ὁδοιπορούντων, νοσούντων,
καμνόντων, αἰχμαλώτων καὶ τῆς
σωτηρίας αὐτῶν, τοῦ Κυρίου
δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ
πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ
ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ
διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ
χάριτι.
Κύριε, ἐλέησον.
Τῆς Παναγίας, ἀχράντου,
6
ὑπερευλογημένης, ἐνδόξου,
Δεσποίνης ἡμῶν Θεοτόκου καὶ
ἀειπαρθένου Μαρίας, μετὰ πάντων
τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς
καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν
ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοὶ, Κύριε.
Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ
Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἦχος β’ Ψαλμὸς ρμ’ (140).
 Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου,
Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ
φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι μὲ πρὸς σὲ
εἰσάκουσόν μου, Κύριε.
ὁ β’ χορός
 Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου
ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου,
Κύριε.
Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ
χείλη μου.
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ
προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω
μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ
ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν
ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς
7
ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ
ἀντανέλῃς τὴν ψυχήν μου.
Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ
σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ
ἐγώ, ἕως ἂν παρέλθω.
Ψαλμὸς 141
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον
ἐδεήθην.
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον
αὐτοῦ ἀπαγγελῶ.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους
μου.
Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων
με.
Ἀπώλετο φυγὴ ἀπ’ ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν
γῇ ζώντων.
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ
ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
Στίχ. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.
Στίχ. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς
φωνῆς μου.
Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς
δεήσεώς μου.
Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται;
ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς Ἦχος β’ Ὅτε ἐκ τοῦ ξύλου σε
νεκρὸν
Ῥήματα ἀκούσασαι χαρᾶς, ἐκ τῶν ἐν τῷ τάφῳ τοῦ Λόγου,
8
προσκαθημένων νοῶν, δρόμον ἐπεδείξαντο, σπουδαιοτέρας
ὁρμῆς, καὶ τὴν τάξιν ἀφέμεναι, τῶν πρὶν Μυροφόρων, ὡς
εὐαγγελίστριαι ἐθεωρήθησαν, Ἔγερσιν ἐξ ᾍδου κευθμώνων,
εὐαγγελιζόμεναι Μύσταις, τοῦ ὑπὲρ ἡμῶν ἐνανθρωπήσαντος.
Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ
ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν
Κύριον.
Ἦχος β’
Ὄρθρον προλαβοῦσαι τὸν βαθύν, φόβῳ Μυροφόροι γυναῖκες,
τάφῳ παρέστησαν, μύρα προσκομίζουσαι, τῷ ζωοδότῃ Χριστῷ, ἐν
νεκροῖς λογιζόμεναι, τὸν ᾍδην νεκροῦντα, ἀλλὰ θεῖος Ἄγγελος,
ἐπέστη ταύταις βοῶν· Τί τὸν ζωηφόρον καὶ ζῶντα, μετὰ τῶν
νεκρῶν ἐκζητεῖτε; ἄπιτε τὴν Ἔγερσιν κηρύττουσαι.
Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας
ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Ἦχος β’
Φέρεις τὸν ἐπ’ ὤμων Χερουβίμ, ἐπαναπαυόμενον Λόγον,
μακαριστὲ Ἰωσήφ· ἄλλο ὥσπερ ὄχημα, ἐπὶ τῶν ὤμων τῶν σῶν,
σαρκωθέντα τὸ πρότερον, καὶ νῦν νεκρωθέντα, ὃς ἐζωοποίησε,
τοὺς νεκρωθέντας ἡμᾶς, οὗ τὴν ἐξανάστασιν βλέπων, χαίρεις σὺν
σεπταῖς Μυροφόροις, κἂν προεθρηνεῖτε τούτου νέκρωσιν.
Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ’ αὐτῷ,
λύτρωσις καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν
ἀνομιῶν αὐτοῦ.
Στιχηρὰ τοῦ τιμίου Σταυροῦ Ἠχος δ’ Ὁ ἐξ ὑψίστου κληθεὶς
Σήμερον χαίρει πιστῶν πληθὺς ἡ θεία· φαίνει γὰρ οὐράνιος
Σταυρὸς ἐν πέρασι, λάμπει αἰθὴρ φῶς ἀπρόσιτον, ἀὴρ αὐγάζει,
καὶ γῆς τὸ πρόσωπον ὡραΐζεται, μέλπει θείοις ᾄσμασιν ἡ
Ἐκκλησία Χριστοῦ, σέβει τιμῶσα τὸν ἄνωθεν, αὐτὴν φρουροῦντα,
Σταυρὸν τὸν θεῖον καὶ ὑπερθαύμαστον, οὗ τῇ δυνάμει
κραταιούμενοι, τῷ Δεσπότῃ προσέλθωμεν κράζοντες, εἰρηνεῦσαι
τὸν κόσμον, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Ψαλμὸς 116
Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν,
9
πάντες οἱ λαοί.
Ἠχος δ’
Τιμιωτάτη ὡς κλῖμαξ καθωράθη, σήμερον ὁ πάντιμος Σταυρὸς καὶ
ἔνδοξος, ἀπὸ τῆς γῆς πρὸς οὐράνια, μετάγων πίστει, τοὺς
ἀδιστάκτῳ τοῦτον γεραίροντας· Χαίρει ἔθνη ἅπαντα, θερμῶς
προστρέχοντα, τῷ βαπτισμῷ καὶ ἀγάλλεται καὶ Ἐκκλησίας,
νυμφοστολεῖται μορφὴ ἡ ἔνθεος· ὃν γὰρ συγκρύπτειν
ἐγκατέσπευδον, Ἰουδαῖοι ἐξ ὕψους αἰθέριος, καταυγάζει καὶ
σῴζει, τοὺς πιστῶς αὐτῷ προστρέχοντας.
Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια
τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Ἠχος δ’
Ἀγαλλιάσθω ἡ κτίσις καὶ σκιρτάτω· σήμερον γὰρ ἤστραψε
Σταυρὸς ἐν πέρασιν, ἐξ οὐρανοῦ τὰ ἐπίγεια, καταφωτίζων καὶ
συνημμένα δεικνὺς τὰ ἄμικτα· Σήμερον συγχαίρουσι χοροῖς
Ἀγγέλων βροτοί· τὸ γὰρ διεῖργον μεσότοιχον, Σταυρῷ ἠρμένον,
εἰς ἓν τὰ πάντα σαφῶς συνήγαγεν· ὅθεν προλάμπων ὑπὲρ ἥλιον,
πᾶσαν κτίσιν φαιδρύνει τῇ χάριτι, καὶ λαμπρύνει καὶ σῴζει, τοὺς
πιστῶς αὐτὸν γεραίροντας.
Δόξα… Δοξαστικὸν Ἦχος πλ. β’
Ἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δόξαν σου Κύριε, τὸ φοβερὸν τοῦ
Σταυροῦ σου σημεῖον, καὶ ἡ γῆ ἅπασα μετὰ φόβου
προσεκύνησεν, ἡμεῖς δὲ δοξολογοῦντες, εὐχαρίστως σοι βοῶμεν·
Θεὸς ὢν ἀπαθής, σαρκὶ παθεῖν δι’ ἡμᾶς, ἑκουσίως κατεδέξω· διὸ
σῶσον λαόν, ὃν περιεποιήσω οἰκείῳ αἵματι.
Καὶ νῦν… Ἦχος α’
Ἦλθον ἐπὶ τὸ μνημεῖον, ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία ζητοῦσαι
τὸν Κύριον, καὶ τὸν Ἄγγελον εἶδον ὡσεὶ ἀστραπήν, καθεζόμενον
ἐπὶ τὸν λίθον, καὶ λέγοντα αὐταῖς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν
τεθνεώτων; ἀνέστη καθὼς εἶπεν, ἐν Γαλιλαίᾳ αὐτὸν εὑρήσετε,
Πρὸς ὃν βοήσωμεν· ὁ ἀναστὰς ἐκ νεκρῶν, Κύριε δόξα σοι.
Εἴσοδος.
10
Σοφία Ὀρθοί !
Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου,
μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες
φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν.
Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ,
ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.
Ἑσπέρας προκείμενον.
Τῇ Τετάρτη ἑσπέρας Ἦχος πλ. α’
Ὁ Θεός, ἐν τῷ ὀνόματι σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου
κρινεῖς με.
Ὁ Θεός, ἐν τῷ ὀνόματι σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου
κρινεῖς με.
Στίχ. Ὁ Θεὸς εἰσάκουσον τῆς προσευχῆς μου. ἐνώτισαι τὰ
ῥήματα τοῦ στόματός μου.
Ὁ Θεός, ἐν τῷ ὀνόματι σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου
κρινεῖς με.
Ὁ διάκονος:
 Εἴπωμεν πάντες ἐξ ὅλης της ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας
ἡμῶν εἴπωμεν.
 Κύριε ἐλέησον (ἅπαξ).
 Κύριε παντοκράτορ ὁ Θεός τῶν πατέρων ἡμῶν, δεόμεθά Σου,
ἐπάκουσον καὶ ἐλέησον.
 Κύριε ἐλέησον (ἅπαξ).
 Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἒλεός Σου, δεόμεθά Σου,
ἐπάκουσον καὶ ἐλέησον.
 ·Κύριε ἐλέησον (ἐκ τρίτου).
 Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος).
 Κύριε ἐλέησον (ἐκ τρίτου).
11
 Ἔτι δεόμεθα ὑπέρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων,
ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν , καὶ πάσης τῆς ἐν
Χριστῷ ἡμῶν ἀδελφότητος.
 Κύριε ἐλέησον (ἐκ τρίτου).
 Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας,
ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν
δούλων του Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων
χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ,
πόλει) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ
ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
 Κύριε ἐλέησον (ἐκ τρίτου)
 Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τῆς
ἁγίας Ἐκκλησίας ταύτης, καὶ ὑπὲρ πάντων τῶν
προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε
εὐσεβῶς, κειμένων, καὶ ἁπανταχοῦ ὀρθοδόξων.
 Κύριε ἐλέησον (ἐκ τρίτου)
 Ἔτι δεόμεθα ὑπέρ τῶν καρποφορούντων καὶ καλλιεργούντων
ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ
ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ Σοῦ
μέγα καὶ πλούσιον ἔλεος.
 Κύριε ἐλέησον (ἅπαξ)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ
ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:
Ἀμήν.
Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους
φυλαχθῆναι ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ
δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
12
Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου.
Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου.
Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ
παρίδῃς.
Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ
τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων.
Ἀμήν.
Ὁ διάκονος:
 Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
 Κύριε ἐλέησον.
 Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ
Σῇ χάριτι.
 Κύριε ἐλέησον.
 Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ
ἀναμάρτητον, παρά τοῦ Κυρίου, αἰτησώμεθα.
 Παράσχου Κύριε.
 Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα των ψυχῶν καί τῶν
σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
 Παράσχου Κύριε.
 Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καί τῶν
πλημμελημάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
 Παράσχου Κύριε.
 Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ
κόσμῳ, παρά τοῦ Κυρίου αἰτησώμεθα.
 Παράσχου Κύριε.
 Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ
ἐκτελέσαι, παρά τοῦ Κυρίου αἰτησώμεθα.
 Παράσχου Κύριε.
 Χριστιανὰ τὰ τέλη της ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα,
εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ
Χριστοῦ αἰτησώμεθα.
13
 Παράσχου Κύριε.
 Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου
Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ
πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ
πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
 Σοὶ Κύριε.
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν
καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων.
Ὁ Χορός: Ἀμήν.
Εἰρήνη πᾶσι.
Καὶ τῷ πνεύματί σου.
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Σοί, Κύριε.
Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ κλίνας οὐρανοὺς καὶ καταβὰς ἐπὶ σωτηρίᾳ
τοῦ γένους τῶν ἀνθρώπων, ἔπιδε ἐπί τοὺς δούλους σου καὶ ἐπὶ
τὴν κληρονομίαν σου. Σοὶ γὰρ τῷ φοβερῷ καὶ φιλανθρώπῳ κριτῇ,
οἱ σοὶ δοῦλοι ὑπέκλιναν τὰς κεφαλάς, τοὺς δὲ αὐτῶν ὑπέταξαν
αὐχένας; οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένοντες βοήθειαν, ἀλλὰ τὸ
σὸν περιμένοντες ἔλεος, καὶ τὴν σὴν ἀπεκδεχόμενοι σωτηρίαν,
οὓς διαφύλαξον ἐν παντὶ καιρῷ, καὶ κατὰ τὴν παροῦσαν ἑσπέραν
καὶ τὴν προσιοῦσαν νύκτα, ἀπὸ παντὸς ἐχθροῦ, ἀπὸ πάσης
ἀντικειμένης ἐνεργείας διαβολικῆς, καὶ διαλογισμῶν ματαίων καὶ
ἐνθυμήσεων πονηρῶν.
Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ
δεδοξασμένον, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου
Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια.
Ἀναστάσιμον Ἦχος β’
Ἡ Ἀνάστασίς σου Χριστὲ Σωτὴρ ἅπασαν ἐφώτισε τὴν οἰκουμένην,
καὶ ἀνεκαλέσω τὸ ἴδιον πλάσμα, Παντοδύναμε Κύριε, δόξα σοι.
14
Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ
πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Ἀποστολικὸν Ἦχος β’
Ἐμεγάλυνας Σωτήρ, ἐν τῇ οἰκουμένῃ τῶν κορυφαίων Ἀποστόλων
τὰ ὀνόματα, ἔμαθον τῶν οὐρανῶν τὰ ἄρρητα, ἔδωκαν τοῖς ἐπὶ γῆς
ἰάματα, καὶ αἱ σκιαὶ αὐτῶν μόναι τὰ πάθη ἐθεράπευον, ὁ ἐξ
ἁλιέων ἐθαυματούργει, καὶ ὁ ἐξ Ἰουδαίων ἐθεολόγει, τῆς χάριτος
τὰ δόγματα, δι’ ὧν εὔσπλαγχνε, δὸς ἡμῖν τὸ μέγα σου ἔλεος.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Μαρτυρικὸν Ἦχος β’
Μεγάλη ἡ δόξα, ἣν ἐκτήσασθε Ἅγιοι διὰ τῆς πίστεως! οὐ μόνον
γὰρ ἐν τῷ πάσχειν τὸν ἐχθρὸν ἑνικήσατε, ἀλλὰ καὶ μετὰ θάνατον
πνεύματα ἀπελαύνετε, ἀσθενοῦντας θεραπεύετε, ψυχῶν καὶ
σωμάτων ἰατροί. Πρεσβεύσατε πρὸς Κύριον, ἐλεηθῆναι τὰς
ψυχὰς ἡμῶν.
Δόξα… Καὶ νῦν…Ἦχος β’
Ἔρραναν μύρα μετὰ δακρύων ἐπὶ τὸ μνῆμά σου αἱ Γυναῖκες, καὶ
ἐπλήσθη χαρᾶς τὸ στόμα αὐτῶν, ἐν τῷ λέγειν· Ἀνέστη ὁ Κύριος.
Νῦν ἀπολύεις τον δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν
εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ
ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς
ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ
γ’)
Δόξα… Καὶ νῦν…
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον, (ἐκ γ’)
Δόξα… Καὶ νῦν…
15
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω
ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ
τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ
ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς
ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ
ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς
καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας των αἰώνων.
Ἀμήν.
Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος β’
Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελών, τὸ ἄχραντόν σου
Σῶμα, σινδόνι καθαρᾷ εἱλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ
κηδεύσας ἀπέθετο· ἀλλὰ τριήμερος ἀνέστης Κύριε, παρέχων τῷ
κόσμῳ τὸ μέγα ἔλεος.
Ἦχος β’
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν
ᾍδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς
τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις
τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα
σοι.
Δόξα… Ἀπολυτίκιον τοῦ τιμίου Σταυροῦ Ἦχος α’
Τοῦ Σταυροῦ σου ὁ τύπος νῦν ὑπὲρ ἥλιον ἔλαμψεν, ὄνπερ ἐξ
ὄρους ἁγίου, τόπῳ Κρανίου ἐφήπλωσας, καὶ τὴν ἐν αὐτῷ σου
Σῶτερ ἰσχὺν ἐτράνωσας, διὰ τούτου κρατύνας καὶ τοὺς πιστοὺς
Βασιλεῖς ἡμῶν, οὓς καὶ περίσῳζε διαπαντὸς ἐν εἰρήνῃ, πρεσβείαις
τῆς Θεοτόκου Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.
Καὶ νῦν …Ἦχος β’
Ταῖς μυροφόροις Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος
ἐβόα· Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ
διαφθορᾶς ἐδείχθη ἀλλότριος· ἀλλὰ κραυγάσατε· Ἀνέστη ὁ
Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
16
Ἀπόλυσις
ΙΕΡΕΥΣ: Σοφία!
Ὁ Ἀναγνώστης: Εὐλόγησον.
ΙΕΡΕΥΣ: Ὁ ὤν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν πάντοτε νῦν καὶ ἀεὶ
καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ὁ Ἀναγνώστης: Στερεώσαι, Κύριος ὁ Θεός, τὴν ἁγίαν ἀμώμητον
πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν, σὺν τῇ ἁγίᾳ
αὐτοῦ Ἐκκλησίᾳ, Μητροπόλει, Ἐνορία και Πόλει ταύτῃ εἰς
αἰῶνας αἰώνων. Ἀμήν.
ΙΕΡΕΥΣ: Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ὁ Ἀναγνώστης: Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον
τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ΙΕΡΕΥΣ: Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Ὁ Ἀναγνώστης: Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίω Πνεύματι, καὶ νῦν
καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Κύριε ἐλέησον,
Κύριε ἐλέησον, Κύριε ἐλέησον. Πάτερ Ἅγιε εὐλόγησον.
ΙΕΡΕΥΣ: Ὁ ἀναστὰς ἐκ νεκρῶν Χριστὸς ὁ ἀληθινὸς Χριστὸς ὁ
ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ
παναμώμου ἁγίας αὐτοῦ Μητρός· δυνάμει τοῦ τιμίου καὶ
ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων
δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου καὶ ἐνδόξου, προφήτου
προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων, ἐνδόξων καὶ
πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων
μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· τοῦ ἁγίου
(τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ
Ἄννης· τοῦ ἁγίου(τῆς ἡμέρας), οὖ καὶ τὴν μνήμην ἐπιτελοῦμεν,
17
καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ
φιλάνθρωπος.
ΙΕΡΕΥΣ: Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας,
καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Ὁ Ἀναγνώστης: Ἀληθῶς ἀνέστη ὁ Κύριος.
Τῌ Ζ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ 2020.
Τῌ ΠΕΜΠΤῌ ΤΗΣ Γ’ ΕΒΔΟΜΑΔΟΣ ΜΕΤΑ ΤΟ ΠΑΣΧΑ.
Μνήμη τοῦ ἐν οὐρανῷ φανέντος σημείου τοῦ Τιμίου Σταυροῦ,
ὥρᾳ τρίτῃ τῆς ἡμέρας, ἐπὶ Κωνσταντίου Βασιλέως, υἱοῦ
Κωνσταντίνου τοῦ Μεγάλου.
ΟΡΘΡΟΣ
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἦχος πλ. α’
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς
ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς
ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς
ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Δόξα… Καὶ νῦν …
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
18
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα… Καὶ νῦν …
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω
ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ
τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ
ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς
ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ
ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς
καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας των αἰώνων.
Αμήν.
Τροπάρια
Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου,
νίκας τοῖς βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν
φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Δόξα…
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ
πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός, εὔφρανον
ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν
αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον
εἰρήνης, ἀήττητον τρόπαιον.
Καὶ νῦν … Θεοτοκίον
Προστασία φοβερὰ καὶ ἀκαταίσχυντε, μὴ παρίδῃς, ἀγαθή, τὰς
ἱκεσίας ἡμῶν, πανύμνητε Θεοτόκε, στήριξον ὀρθοδόξων
πολιτείαν, σῷζε οὓς ἐκέλευσας βασιλεύειν, καὶ χορήγει αὐτοῖς
οὐρανόθεν τὴν νίκην· διότι ἔτεκες τὸν Θεόν, μόνη εὐλογημένη.
19
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου, δεόμεθά σου,
ἐπάκουσον καὶ ἐλέησον.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν,, καὶ πάσης τῆς ἐν
Χριστῷ ἡμῶν ἀδελφότητος.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν
καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ.
Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ καὶ ἀδιαιρέτῳ Τριάδι,
πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις
εὐδοκία (ἐκ γ’).
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν
αἴνεσίν σου (ἐκ β’).
Ψαλμὸς 3
Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ᾿
ἐμέ·
πολλοὶ λέγουσι τῇ ψυχῇ μου· οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ
αὐτοῦ. (διάψαλμα).
σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν
μου.
φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους
ἁγίου αὐτοῦ. (διάψαλμα).
ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί
μου.
οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ
20
συνεπιτιθεμένων μοι.
ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας
τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας.
τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.
Καὶ πάλιν
Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην ὅτι Κύριος ἀντιλήψεταί
μου
Ψαλμὸς 37
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς
με.
ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ᾿ ἐμὲ τὴν
χεῖρά σου·
οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου,
οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν
ἁμαρτιῶν μου.
ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον
βαρὺ ἐβαρύνθησαν ἐπ᾿ ἐμέ.
προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς
ἀφροσύνης μου·
ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν
σκυθρωπάζων ἐπορευόμην.
ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν
τῇ σαρκί μου·
ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ
στεναγμοῦ τῆς καρδίας μου.
Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου
ἀπὸ σοῦ οὐκ ἀπεκρύβη.
ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς
τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστι μετ᾿ ἐμοῦ.
οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ
ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν·
καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου, καὶ οἱ ζητοῦντες τὰ
κακά μοι ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν
ἐμελέτησαν.
21
ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ
στόμα αὐτοῦ·
καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ
στόματι αὐτοῦ ἐλεγμούς.
ὅτι ἐπὶ σοί, Κύριε, ἤλπισα· σὺ εἰκακούσῃ, Κύριε ὁ Θεός μου.
ὅτι εἶπα· μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου· καὶ ἐν τῷ
σαλευθῆναι πόδας μου ἐπ᾿ ἐμὲ ἐμεγαλοῤῥημόνησαν.
ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού
ἐστι διαπαντός.
ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς
ἁμαρτίας μου.
οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμέ, καὶ
ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως·
οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με, ἐπεὶ
κατεδίωκον ἀγαθωσύνην.
μὴ ἐγκαταλίπῃς με, Κύριε· ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ·
πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου.
Καὶ πάλιν
μὴ ἐγκαταλίπῃς με Κύριε ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ’ ἐμοῦ
πρόσχες εἰς τὴν βοήθειάν μου Κύριε τῆς σωτηρίας μου
Ψαλμὸς 62
Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω· ἐδίψησέ σε ἡ ψυχή μου,
ποσαπλῶς σοι ἡ σάρξ μου ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ.
οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν
δόξαν σου.
ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς· τὰ χείλη μου ἐπαινέσουσί
σε.
οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου καὶ ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς
χεῖράς μου.
ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, καὶ χείλη
ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου.
εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις
ἐμελέτων εἰς σέ·
ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου
22
ἀγαλλιάσομαι.
ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά
σου.
αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου, εἰσελεύσονται εἰς τὰ
κατώτατα τῆς γῆς·
παραδοθήσονται εἰς χεῖρας ρομφαίας, μερίδες ἀλωπέκων
ἔσονται.
ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ, ἐπαινεθήσεται πᾶς ὁ
ὀμνύων ἐν αὐτῷ, ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα.
Καὶ πάλιν
ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σὲ
ὅτι ἐγενήθης βοηθός μου καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου
ἀγαλλιάσομαι
ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά
σου.
Δόξα… Καὶ νῦν…
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς (ἐκ γ’)
Κύριε, ἐλέησον. (ἐκ γ’)
Δόξα… Καὶ νῦν…
Ψαλμὸς 87
Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ
ἐναντίον σου·
εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς
τὴν δέησίν μου.
ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισε·
προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον, ἐγενήθην
ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος,
ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι καὶ
αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν.
ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου.
ἐπ᾿ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς
σου ἐπήγαγες ἐπ᾿ ἐμέ. (διάψαλμα).
23
ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ᾿ ἐμοῦ, ἔθεντό με βδέλυγμα
ἑαυτοῖς, παρεδόθην καὶ οὐκ ἐξεπορευόμην.
οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας· ἐκέκραξα πρὸς σέ,
Κύριε, ὅλην τὴν ἡμέραν, διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου·
μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσι, καὶ
ἐξομολογήσονταί σοι;
μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου
ἐν τῇ ἀπωλείᾳ;
μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη
σου ἐν γῇ ἐπιλελησμένῃ;
κἀγὼ πρὸς σέ, Κύριε, ἐκέκραξα, καὶ τὸ πρωΐ ἡ προσευχή μου
προφθάσει σε.
ἱνατί, Κύριε, ἀπωθῇ τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν
σου ἀπ᾿ ἐμοῦ;
πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου, ὑψωθεὶς δὲ
ἐταπεινώθην καὶ ἐξηπορήθην.
ἐπ᾿ ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με,
ἐκύκλωσάν με ὡσεὶ ὕδωρ ὅλην τὴν ἡμέραν, περιέσχον με ἅμα.
ἐμάκρυνας ἀπ᾿ ἐμοῦ φίλον καὶ πλησίον καὶ τοὺς γνωστούς μου
ἀπὸ ταλαιπωρίας.
Καὶ πάλιν
Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ
ἐναντίον σου
εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου κλῖνον τὸ οὖς σου εἰς τὴν
δέησίν μου
Ψαλμὸς 102
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον καί, πάντα τὰ ἐντός μου, τὸ
ὄνομα τὸ ἅγιον αὐτοῦ·
εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον καὶ μὴ ἐπιλανθάνου πάσας τὰς
ἀνταποδόσεις αὐτοῦ·
τὸν εὐιλατεύοντα πάσας τὰς ἀνομίας σου, τὸν ἰώμενον πάσας τὰς
νόσους σου·
τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν
ἐλέει καὶ οἰκτιρμοῖς·
24
τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου, ἀνακαινισθήσεται
ὡς ἀετοῦ ἡ νεότης σου.
ποιῶν ἐλεημοσύνας ὁ Κύριος καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις.
ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωυσῇ, τοῖς υἱοῖς ᾿Ισραὴλ τὰ
θελήματα αὐτοῦ.
οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος·
οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ·
οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς
ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν,
ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ
ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν·
καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ᾿ ἡμῶν
τὰς ἀνομίας ἡμῶν.
καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησε Κύριος τοὺς
φοβουμένους αὐτόν,
ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνήσθη ὅτι χοῦς ἐσμεν.
ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ· ὡσεὶ ἄνθος τοῦ ἀγροῦ,
οὕτως ἐξανθήσει·
ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει καὶ οὐκ ἐπιγνώσεται
ἔτι τὸν τόπον αὐτοῦ.
τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ
τοὺς φοβουμένους αὐτόν, καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν
τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ καὶ μεμνημένοις τῶν
ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς.
Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία
αὐτοῦ πάντων δεσπόζει.
εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ
ποιοῦντες τὸν λόγον αὐτοῦ τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων
αὐτοῦ.
εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ
ποιοῦντες τὸ θέλημα αὐτοῦ·
εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς
δεσποτείας αὐτοῦ· εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Καὶ πάλιν
25
ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ εὐλόγει ἡ ψυχή μου τὸν
Κύριον
Ψαλμὸς 142
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου
ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου·
καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν
ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος·
καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία
μου.
ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν
ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός
σοι. (διάψαλμα).
ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ
ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς
καταβαίνουσιν εἰς λάκκον.
ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα·
γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν
ψυχήν μου·
ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον.
δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ
πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.
ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου
ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου·
καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς
πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Καὶ πάλιν
εἰσάκουσόν μου Κύριε ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς
κρίσιν μετὰ τοῦ δούλου σου (ἐκ β’)
τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.
Δόξα… Καὶ νῦν…
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).
26
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.
Ὁ διάκονος:
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης, καὶ
τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ
Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τῆς εἰρήνης τοῦ
σύμπαντος κόσμου, εὐσταθείας τῶν
ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καὶ τῆς
τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου
δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου,
καὶ τῶν μετὰ πίστεως, εὐλαβείας,
καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ,
τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τῶν εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου
δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τοῦ πατρός καὶ
Ἀρχιεπισκόπου ἡμῶν (……), τοῦ
τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ
διακονίας, παντός τοῦ Κλήρου καὶ
τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν
Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας
ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν
καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ,
27
τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τῆς πόλεως (Μονῆς,
Κώμης) ταύτης, πάσης πόλεως καὶ
χώρας καὶ τῶν πίστει οἰκούντων ἐν
αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ εὐκρασίας ἀέρων,
εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ
καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου
δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ πλεόντων,
ὁδοιπορούντων, νοσούντων,
καμνόντων, αἰχμαλώτων καὶ τῆς
σωτηρίας αὐτῶν, τοῦ Κυρίου
δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ
πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ
ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ
διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ
χάριτι.
Κύριε, ἐλέησον.
Τῆς Παναγίας, ἀχράντου,
ὑπερευλογημένης, ἐνδόξου,
Δεσποίνης ἡμῶν Θεοτόκου καὶ
ἀειπαρθένου Μαρίας, μετὰ πάντων
τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς
καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν
ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοὶ, Κύριε.
28
Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ
Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν
ὀνόματι Κυρίου.
Στίχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα
τὸ ἔλεος αὐτοῦ.
Στίχ, β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς,
Στίχ, γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν
ὀφθαλμοῖς ἡμῶν.
Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος β’
Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελών, τὸ ἄχραντόν σου
Σῶμα, σινδόνι καθαρᾷ εἱλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ
κηδεύσας ἀπέθετο· ἀλλὰ τριήμερος ἀνέστης Κύριε, παρέχων τῷ
κόσμῳ τὸ μέγα ἔλεος.
Ἦχος β’
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν
ᾍδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς
τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις
τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα
σοι.
Δόξα… Ἀπολυτίκιον τοῦ τιμίου Σταυροῦ Ἦχος α’
Τοῦ Σταυροῦ σου ὁ τύπος νῦν ὑπὲρ ἥλιον ἔλαμψεν, ὄνπερ ἐξ
ὄρους ἁγίου, τόπῳ Κρανίου ἐφήπλωσας, καὶ τὴν ἐν αὐτῷ σου
Σῶτερ ἰσχὺν ἐτράνωσας, διὰ τούτου κρατύνας καὶ τοὺς πιστοὺς
Βασιλεῖς ἡμῶν, οὓς καὶ περίσῳζε διαπαντὸς ἐν εἰρήνῃ, πρεσβείαις
τῆς Θεοτόκου Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.
29
Καὶ νῦν …Ἦχος β’
Ταῖς μυροφόροις Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος
ἐβόα· Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ
διαφθορᾶς ἐδείχθη ἀλλότριος· ἀλλὰ κραυγάσατε· Ἀνέστη ὁ
Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ
χάριτι.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης
ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν
Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν
ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοι Κύριε.
Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ
δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν
καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Μετὰ τὴν α’ Στιχολογίαν, Καθίσματα τῆς Ὀκτωήχου Ἦχος β’
Ἀναστάσιμον
Τὰ μύρα τῆς ταφῆς σου, αἱ γυναῖκες κομίσασαι, λαθραίως πρὸς τὸ
μνῆμα παρεγένοντο ὄρθριαι τῶν Ἰουδαίων δειλιῶσαι τὴν
αὐθάδειαν, καὶ στρατιωτῶν προορῶσαι τὴν ἀσφάλειαν· ἀλλὰ
φύσις ἀσθενὴς τὴν ἀνδρείαν ἐνίκησεν, ὅτι γνώμη συμπαθής, τῷ
Θεῷ εὐηρέστησε· προσφόρως οὖν ἐκραύγαζον· Ἀνάστα Κύριε,
βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς, ἕνεκεν τοῦ ὀνόματός σου.
Ἀποστολικὸν
Ὁ σοφίσας ὑπὲρ ῥήτορας τοὺς ἁλιεῖς, καὶ ἐκπέμψας ὥσπερ
κήρυκας πάσῃ τῇ γῇ, τῇ ἀφάτῳ φιλανθρωπίᾳ σου, Χριστὲ ὁ Θεός,
δι’ αὐτῶν κραταίωσον τὴν Ἐκκλησίαν σου, καὶ τοῖς πιστοῖς
κατάπεμψον τὴν εὐλογίαν σου, ὁ μόνος ἐλεήμων καὶ
30
φιλάνθρωπος.
Μαρτυρικὸν
Ἀπόστολοι, Μάρτυρες καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι
οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες,
παρρησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν
ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Θείας γεγόναμεν κοινωνοὶ φύσεως, διὰ σοῦ Θεοτόκε ἀειπάρθενε·
Θεὸν γὰρ ἡμῖν σεσαρκωμένον ἔτεκες. Διὸ κατὰ χρέος σε πάντες
εὐσεβῶς μεγαλύνομεν.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς Ἦχος β’ Τὰ ἄνω
ζητῶν
Τὰ μύρα Σωτὴρ Γυναῖκες προσκομίζουσαι ἐζήτουν σπουδῇ,
μυρίσαι σε φιλάνθρωπε, ἐκ τοῦ τάφου δὲ Ἄγγελος, πρὸς αὐτὰς
ἐβόα· Ἐγήγερται ὁ ζωοδότης καὶ Κύριος, πατήσας τὸν ᾍδην καὶ
τὸν θάνατον. (δις)
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον,
Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ,
προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ
δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν,
τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί,
προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν. Ἰδοὺ γὰρ ἦλθε
διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες
τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ
ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.
Ψαλμὸς 50
 Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
 ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς
ἁμαρτίας μου καθάρισόν με.
31
 ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου
ἐνώπιόν μού ἐστι διαπαντός.
 σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα,
ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ
κρίνεσθαί σε.
 ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις
ἐκίσσησέ με ἡ μήτηρ μου.
 ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς
σοφίας σου ἐδήλωσάς μοι.
 ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ
ὑπὲρ χιόνα λευκανθήσομαι.
 ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται
ὀστέα τεταπεινωμένα.
 ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ
πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
 καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς
ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
 μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου
τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ.
 ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι
ἡγεμονικῷ στήριξόν με.
 διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ
ἐπιστρέψουσι.
 ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου·
ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
 Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν
αἴνεσίν σου.
 ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ
εὐδοκήσεις.
 θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν
συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
 ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ
οἰκοδομηθήτω τὰ τείχη ῾Ιερουσαλήμ·
32
 τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ
ὁλοκαυτώματα·
 τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Κανών γ’, ᾨδὴ α’, τῶν Μυροφόρων Ἦχος β’ Ὁ Εἱρμὸς
«Τὴν Μωσέως ᾠδήν, ἀναλαβοῦσα βόησον ψυχή. Βοηθὸς καὶ
σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ
δοξάσω αὐτόν».
Ἐσταυρώθης σαρκί, ὁ ἀπαθὴς τῇ φύσει τοῦ Πατρός, ἐκεντήθης
τὴν πλευράν, πηγάσας κόσμῳ αἷμα καὶ ὕδωρ. Σὺ ἡμῶν Θεός, καὶ
δοξάζομέν σε.
Τὸν Σταυρόν σου τιμῶ, καὶ τὴν Ταφὴν δοξάζω ἀγαθέ, καὶ ὑμνῶ
καὶ προσκυνῶ τὴν Ἔγερσίν σου, καὶ ἀνακράζω· Σὺ ἡμῶν Θεός, καὶ
δοξάζομέν σε.
Κἂν ἐγεύσω χολῆς, ὁ γλυκασμὸς τῆς Ἐκκλησίας, ἀλλ’ ἐπήγασας
ἡμῖν τὴν ἀφθαρσίαν, ἐκ τῆς πλευρᾶς σου. Σὺ ἡμῶν Θεός, καὶ
δοξάζομέν σε.
Ἐλογίσθης Σωτήρ, μετὰ νεκρῶν νεκροὺς ἐγείρας· ἀπεγεύσω τῆς
φθορᾶς· διαφθορὰν γὰρ ὅλως οὐκ ἔγνως. Σὺ ἡμῶν Θεός, καὶ
δοξάζομέν σε.
Εὐφραινέσθω Σιών, ἀγαλλιάσθω καὶ ὁ οὐρανός, ἐξανέστη
Χριστός, νεκροὺς ἐγείρας ὑμνολογοῦντας· Σὺ ἡμῶν Θεός, καὶ
δοξάζομέν σε.
Ὀθονίοις εἱλήσας, Ἰωσὴφ τὸ σῶμά σου Χριστέ, ἐν μνημείῳ τῷ
καινῷ, κατέθετό σε τὴν σωτηρίαν, νεκροὺς δὲ ὡς Θεὸς
ἐξανέστησας.
Προλαβοῦσαι τὸν ὄρθρον, αἱ Γυναῖκες εἶδον τὸν Χριστόν, καὶ τοῖς
33
θείοις Μαθηταῖς, ἐβόων· Ὄντως Χριστὸς ἀνέστη, δεῦτε σὺν ἡμῖν
ἀνυμνεῖτε αὐτόν.
Δόξα…
Παναγία Τριάς, μία Θεότης, ἄναρχε μονάς, ὁ Πατὴρ καὶ ὁ Υἱός, καὶ
θεῖον Πνεῦμα, σῷζε τὸν κόσμον. Σὺ ἡμῶν Θεός, καὶ δοξάζομέν σε.
Καὶ νῦν… Θεοτοκίον
Τὴν ἀρχαίαν ἀράν, ἐν γαστρί σου λύσασα Σεμνή, ἀνεβλάστησας
ἡμῖν, τὴν εὐλογίαν, βρέφος τεκοῦσα· οὗτος γὰρ Θεός, εἰ καὶ
σάρκα φορεῖ.
Ὁ Κανὼν τοῦ τιμίου Σταυροῦ. Ἰωάννου Μοναχοῦ ᾨδὴ α’
Ἦχος δ’ Ἅρματα Φαραὼ
Ἔφανας ἐπὶ γῆς, τὰς ἀκτῖνας τοῦ Σταυροῦ, ἐν ᾧ τὸν διάβολον
καταβαλῶν, τῶν ἀνθρώπων ἔσωσας, τὸ γένος Κύριε· διὸ
ὑμνοῦμεν τὴν δόξαν σου.
Γεύσεως ἀπειθοῦς, τῷ Σταυρῷ ὁ Λυτρωτής, ἔλυσε τὸ δέλεαρ, τῇ
τοῦ Πατρὸς εὐδοκίᾳ· ᾌσωμεν αὐτῷ ᾆσμα καινόν, ὅτι ἐνδόξως
δεδόξασται.
Σκῆπτρον νικοποιόν, κατεφύτευσας Χριστέ, ζωῆς ξύλον ἄχραντον,
ὡς ἐν Ἐδὲμ τὸν Σταυρόν σου, ὡς φωτοειδὴς ἐξέλαμψεν, ἐπὶ τὸ
ὄρος τὸ ἅγιον.
Θεοτοκίον
Ἥν περ τῶν Προφητῶν, προεώρακε χορός, ὡς πύλην οὐράνιον,
καὶ ἀκατάφλεκτον βάτον, σὲ Παρθενομῆτορ ἄχραντε, Θεὸν
τεκοῦσαν ἔγνωμεν.
Κανών γ’, ᾨδὴ γ’, τῶν Μυροφόρων Ἦχος β’ Ὁ Εἱρμὸς
«Στειρωθέντα μου τὸν νοῦν, καρποφόρον ὁ Θεός, ἀνάδειξόν με,
γεωργὲ τῶν καλῶν, φυτουργὲ τῶν ἀγαθῶν, τῇ εὐσπλαγχνίᾳ σου».
Τὰς παλάμας Ἰησοῦ, προσηλώσας ἐν Σταυρῷ τὰ ἔθνη πάντα, ἐκ
τῆς πλάνης συλλαβών, πρὸς ἐπίγνωσιν τὴν σήν, συνεκαλέσω
34
Σωτήρ.
Ἰουδαίων ὁ λαός, τῷ Πιλάτῳ ἐκβοᾷ· Ἀπόλυσόν μοι τὸν κακοῦργον
λῃστήν, ἆρον, ἆρον, σταύρωσον τὸν ἀναμάρτητον.
Σταυρωθέντος σου Χριστέ, συνεσκότασε τὸ φῶς, ἡ γῆ ἐσείσθη,
καὶ ἐκ τάφου νεκροί, ἐξανέστησαν πολλοί, φόβῳ τοῦ κράτους
σου.
Παρεστῶσα τῷ Σταυρῶ, ἡ ἀμνάς σου Ἰησοῦ, κλαυθμῷ ἐβόα· Ποῦ
πορεύῃ Υἱὲ; ποῦ ἀπέρχῃ ὁ ἀμνός, ὁ ὑπὲρ πάντων σφαγείς;
Προσκυνῶ σου τὸν Σταυρόν, ἀνυμνῶ καὶ τὴν ταφήν, τιμῶ τὰ
Πάθη, καὶ τοὺς ἥλους τῶν χειρῶν, καὶ τὴν λόγχην Ἰησοῦ, καὶ τὴν
Ἀνάστασιν.
Ἐξανέστης Ἰησοῦ, ἐσκυλεύθη ὁ ἐχθρός, Ἀδὰμ ἐρρύσθη, καὶ ἡ Εὔα
σὺν αὐτῷ, τῶν δεσμῶν καὶ τῆς φθορᾶς, τῇ Ἀναστάσει σου.
Ἀναστάντος σου Χριστέ, συνετρίβησαν μοχλοί, καὶ πύλαι ᾍδου,
καὶ θανάτου τὰ δεσμά, διελύθησαν εὐθύς, φόβῳ τοῦ κράτους
σου.
Θεοδόχε Ἰωσήφ, δεῦρο στήθι μεθ’ ἡμῶν. Ἀνέστη κράζων, Ἰησοῦς ὁ
λυτρωτής, ὁ ἐγείρας τὸν Ἀδάμ, τῇ εὐσπλαγχνίᾳ αὐτοῦ.
Εὐφραινέσθω σὺν ἡμῖν, Μαθητῶν ἡ δωδεκάς, σὺν Μυροφόροις
γυναιξί, καὶ Ἰωσήφ, καὶ τοῖς ἄλλοις Μαθηταῖς, καὶ Μαθητρίαις
Χριστοῦ.
Δόξα…
Σὺν Πατρὶ καὶ τὸν Υἱόν, καὶ τὸ Πνεῦμα τὸ εὐθές, τὴν μίαν φύσιν,
προσκυνῶ καὶ ἀνυμνῶ, τοῖς προσώποις διαιρῶν, καὶ τῇ οὐσίᾳ
ἑνῶν.
Καὶ νῦν… Θεοτοκίον
35
Μακαρία εἶ Σεμνή, ἡ ἐκ ῥίζης Ἱεσσαί, ἐξ ἧς ἡ ῥάβδος, καὶ τὸ ἄνθος
ὁ Χριστός, κατὰ σάρκα δι’ ἡμᾶς, ἀναβλαστήσασα.
Κανών α’, ᾨδὴ γ’, τοῦ τιμίου Σταυροῦ Ἦχος δ’
Τόξον δυνατῶν ἠσθένησε
Ὥσπερ θυρεῷ φραττομεθα, τῷ τοῦ ἀηττήτου σου Σταυροῦ τύπῳ
Δέσποτα, ὃν μὴ φέρων ὁ ἀπευκταῖος, δραπετεύει τῶν δαιμόνων
ἑσμός.
Πάντας ὁ Σταυρός σου ηὔφρανε, τοὺς ἐσταυρωμένον σε Θεὸν
καταγγέλλοντας, ὃς ἐκλάμπρῳ καὶ ἀπροσίτῳ, ὡραιότητι
ἐξέλαμψε.
Χαίροις ὦ Σταυρὲ πανάγιε· ὅτι σου ὁ τύπος ὑπὲρ ἥλιον ἤστραψε,
καὶ τὴν πλάνην πᾶσαν διώξας, τοὺς πιστοὺς ἡμᾶς ἐφώτισε.
Θεοτοκίον
Χαῖρε Μῆτερ ἀπειρόγαμε, ἡ τὸν Θεὸν Λόγον ἐν γαστρί σου
χωρήσασα, καὶ τεκοῦσα σεσαρκωμένον, ὡς Θεὸν ὁμοῦ καὶ
ἄνθρωπον.
Ὁ Εἱρμὸς
«Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο
δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου».
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ
χάριτι.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης
ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν
Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν
ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοι Κύριε.
36
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Κοντάκιον Ἦχος β’ Αὐτόμελον.
Τὸ Χαῖρε ταῖς Μυροφόροις φθεγξάμενος, τὸν θρῆνον τῆς
προμήτορος Εὔας κατέπαυσας, τῇ Ἀναστάσει σου, Χριστὲ ὁ Θεός,
τοῖς Ἀποστόλοις δὲ τοῖς σοῖς κηρύττειν ἐπέταξας, ὁ Σωτὴρ
ἐξανέστη τοῦ μνήματος.
Κάθισμα τοῦ τιμίου Σταυροῦ Ἦχος δ’ Ὁ ὑψωθεὶς ἐν τῷ
Σταυρῷ
Ὁ διανοίξας οὐρανοὺς κεκλεισμένους, ἐν οὐρανῷ περιφανεῖς τὰς
ἀκτῖνας, ἐπὶ τῆς γῆς ἀνέτειλεν ὁ ἄχραντος Σταυρός· ὅθεν οἱ τὴν
ἔλλαμψιν, τῆς αὐτοῦ ἐνεργείας, δεξάμενοι πρὸς ἄδυτον,
ὁδηγούμεθα φέγγος, καὶ ἐν πολέμοις ἔχομεν αὐτόν, ὅπλον
εἰρήνης, ἀήττητον τρόπαιον.
Δόξα… Καὶ νῦν… τῆς Ἑορτῆς Ἦχος ὁ αὐτὸς
Τῶν Μαθητῶν σου ὁ χορός, σὺν Μυροφόροις γυναιξίν, ἀγάλλεται
συμφώνως· κοινὴν γὰρ ἑορτὴν σὺν αὐταῖς ἑορτάζουσιν εἰς δόξαν
καὶ τιμὴν τῆς σῆς Ἀναστάσεως, καὶ δι’ αὐτῶν βοῶμέν σοι·
Φιλάνθρωπε Κύριε, τῷ λαῷ σου παράσχου τὸ μέγα ἔλεος.
Κανών α’, ᾨδὴ δ’, τῆς Ἑορτῆς Ἦχος α’ Ὁ Εἱρμὸς
«Μέγα τὸ μυστήριον, τῆς σῆς Χριστὲ οἰκονομίας! τοῦτο γὰρ
ἄνωθεν προβλέπων, θεοπτικῶς ὁ Ἀββακούμ. Ἐξῆλθες ἐβόα σοι,
εἰς σωτηρίαν λαοῦ σου φιλάνθρωπε».
Χολῆς μὲν ἐγεύσατο, τὴν πάλαι γεῦσιν ἰώμενος, νυνὶ δὲ σὺν κηρίῳ
μέλιτος, τοῦ φωτισμοῦ μεταδιδοὺς Χριστὸς τῷ Προπάτορι, καὶ τῆς
αὐτοῦ γλυκείας μεθέξεως.
Χαίρεις ἐρευνώμενος· διὸ φιλάνθρωπε πρὸς τοῦτο, προτρέπεις
τὸν Θωμᾶν, προτείνων τῷ διαπιστοῦντι τὴν πλευράν, κόσμῳ
37
πιστούμενος, τὴν σὴν Χριστὲ τριήμερον Ἔγερσιν.
Πλοῦτον ἀρυσάμενος, ἐκ θησαυροῦ τοῦ ἀσυλήτου, τῆς θείας
Εὐεργέτα, λόγχῃ διανοιγείσης σου πλευρᾶς, σοφίας καὶ γνώσεως,
ἀναπιμπλᾷ τὸν κόσμον ὁ Δίδυμος.
Σοῦ ἡ παμμακάριστος, ὑμνεῖται γλῶσσα ὦ Δίδυμε· πρώτη γὰρ
εὐσεβῶς κηρύττει τὸν ζωοδότην Ἰησοῦν, Θεόν τε καὶ Κύριον, ἐκ
τῆς ἁφῆς πλησθεῖσα τῆς χάριτος.
Κανών α’, ᾨδὴ δ’, τοῦ τιμίου Σταυροῦ Ἦχος δ’ Εἰσακήκοα Κύριε
Μυστικῶς μὲν πρίν, καὶ αἰσθητῶς δὲ σήμερον, κατηγλάϊσας
Χριστέ, τοῦ ἀχράντου σου Σταυροῦ τὸν τύπον.
Τὸ παράνομον τῶν θεοκτόνων τολμημα, σταυροτύπῳ σου Σωτήρ,
ἐθριάμβευσας φωτὶ οἰκτίρμον.
Ἐβεβαίωσας Χριστιανῶν τὸ θρήσκευμα, τῷ ἀΰλῳ σου φωτί, τὸν
Σταυρὸν ἡμῖν Χριστὲ χαράξας.
Θεοτοκίον
Μήτηρ ἄχραντε, εὐλογημένη Δέσποινα, ὃν ἐκύησας Θεόν, ταῖς
λιταῖς σου ἐξιλέωσαι ἡμῖν.
Κανών α’, ᾨδὴ ε’, τῆς Ἑορτῆς Ἦχος α’ Ὁ Εἱρμὸς
«Ἐκ νυκτὸς ὀρθρίζοντες ὑμνοῦμέν σε Χριστέ, τὸν τῷ Πατρὶ
συνάναρχον, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν, τὴν εἰρήνην τῷ
κόσμῳ, παράσχου φιλάνθρωπε».
Ἐπιστὰς τοῖς φίλοις ἀθυμοῦσιν ὁ Σωτήρ, τῇ παρουσίᾳ ἅπασαν,
ἀπελαύνει τὴν κατήφειαν, καὶ σκιρτᾶν διεγείρει, τῇ Ἀναστάσει
αὐτοῦ.
Ὢ τῆς ἀληθῶς ἐπαινουμένης τοῦ Θωμᾶ, φρικτῆς ἐγχειρήσεως!
τολμηρῶς γὰρ ἐψηλάφησε τὴν πλευράν, τὴν τῷ θείῳ πυρὶ
38
ἀπαστράπτουσαν.
Ἀπιστίαν πίστεως γεννήτριαν ἡμῖν, τὴν τοῦ Θωμᾶ ἀνέδειξας· σὺ
γὰρ πάντα τῇ σοφίᾳ σου, προνοεῖς συμφερόντως, Χριστὲ ὡς
φιλάνθρωπος.
Κανών α’, ᾨδὴ ε’, τοῦ τιμίου Σταυροῦ Ἦχος δ’ Ὁ τοῦ φωτὸς
διατμήξας
Θανατηφόρον τὸ ξύλον, ὁ Σταυρὸς ζωηφόρος, τοῖς τῆς Ἐδὲμ
ἀποίκοις ἐδείχθη Χριστέ, ἔνοικον αὖθις, διὰ κακούργου τὸν Ἀδὰμ
ἐργασάμενος.
Ὁ ὑποστήσας τῷ λόγῳ, τὸ πρωτόκτιστον σέλας, ὡς Υἱῷ Πατὴρ
φωταυγῆ τὸν Σταυρόν, νῦν διαγράφει, τῷ σταυρωθέντι μαρτυρῶν
τὴν Θεότητα.
Ἐν τῷ φωτὶ τῷ ἀδύτῳ, τὸ ὑπέρτατον φάος, ἐν τῷ Πατρὶ ὀψόμεθα
πίστει Χριστέ, σὲ τὸν Υἱὸν καὶ σοῦ τὸ Πνεῦμα, ταῖς ψυχαῖς ἡμῶν
ἔλλαμψον.
Θεοτοκίον
Ἐν τῷ ὠδίνειν σε Κόρη, τὰ μητέρων οὐκ ἔγνως, ὑπερφυῶς ἐπεὶ
συλλαβοῦσα Θεόν, τέτοκας σαρκί· διὸ πάντες εὐσεβῶς σε
δοξάζομεν.
Κανών α’, ᾨδὴ ς’, τῆς Ἑορτῆς Ἦχος α’ Ὁ Εἱρμὸς
«Τὸν Προφήτην διέσωσας, ἐκ τοῦ κήτους Φιλάνθρωπε, κἀμὲ τοῦ
βυθοῦ τῶν πταισμάτων, ἀνάγαγε δέομαι».
Τὸν Θωμᾶν οὐ κατέλιπες, βαπτιζόμενον Δέσποτα, βυθῷ ἀπιστίας
παλάμας, προτείνας εἰς ἔρευναν.
Ὁ Σωτὴρ ἡμῶν ἔλεγε· Ψηλαφῶντές με ἴδετε, ὀστέα καὶ σάρκα
φοροῦντα, ἐγὼ οὐκ ἠλλοίωμαι.
39
Τὴν πλευρὰν ἐψηλάφησε, καὶ πιστεύσας ἐπέγνωκε, Θωμᾶς μὴ
παρών σου τῇ πρώτῃ, εἰσόδῳ Σωτὴρ ἡμῶν.
Κανών α’, ᾨδὴ ς’, τοῦ τιμίου Σταυροῦ Ἦχος δ’ Ἐν τῷ θλίβεσθαί
με
Τὸν Σταυρὸν ἐκλάμπεις, πέρασι Χριστὲ ὁ Θεός, καὶ ἐφώτισας δέ,
δι’ αὐτοῦ τοὺς ἀνυμνοῦντάς σε.
Καλυπτέτωσαν μέν, τὸ ὄμμα οἱ παράνομοι, τοῦ Σταυροῦ τὸ
κάλλος· ἐξαστράπτον γὰρ οὐ φέρουσιν.
Ἐντρυφάτωσαν δέ, τῇ αἴγλῃ τοῦ ἀχράντου Σταυροῦ, οἱ Θεὸν
εἰδότες, τὸν ἐν ξύλῳ προσπαγέντα σαρκί.
Θεοτοκίον
Ἡ Θεὸν τεκοῦσα, Παρθένε ἀπειρόγαμε, ὑπὲρ ἡμῶν μὴ παύσῃ, τὸν
Υἱόν σου ἱκετευοῦσα.
Ὁ Εἱρμὸς
«Ἐν τῷ θλίβεσθαί με, ἐβόησα πρὸς Κύριον, καὶ ἐπήκουσέ μου, ὁ
Θεὸς τῆς σωτηρίας μου».
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ
χάριτι.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης
ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν
Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν
ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοι Κύριε.
Σὺ γὰρ εἶ ὁ Βασιλεύς τῆς εἰρήνης καὶ Σωτήρ τῶν ψυχῶν ἡμῶν,
καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
40
Κοντάκιον τοῦ τιμίου Σταυροῦ
Ἦχος πλ. δ’
Ὦ τρισμακάριστε Σταυρὲ καὶ Πανσεβάσμιε, σὲ ἀνυμνῶν καὶ
προσκυνῶν νῦν ἁγιάζομαι, ἐν ᾧ Χριστὸς ἀνυψούμενος κόσμον
ἔσωσεν, ἀλλὰ πρόφθασον καὶ σῶσον τῇ δυνάμει σου, καὶ
παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι· Χαῖρε Ξύλον
μακάριον.
Ὁ Οἶκος
Ἀνοιξόν μου τὸ στόμα, Βασιλεῦ τῶν αἰώνων, καταύγασόν μου τὸν
νοῦν καὶ τὰς φρένας, καὶ ἁγίασον μου τὴν ψυχήν, ἵνα ὑμνήσω
Λόγε τὸ σεπτὸν ξύλον σου, κατάπεμψον τὸ Πνεῦμά σου καὶ
δίδαξον με, ἵνα πόθῳ κραυγάζω.
Χαῖρε, Σταυρὲ οἰκουμένης δόξα, χαῖρε, Σταυρὲ Ἐκκλησίας κράτος.
Χαῖρε, ἱερέων προπύργιον ἄσειστον, χαῖρε, βασιλέων διάδημα
τίμιον.
Χαῖρε, σκῆπτρον τοῦ παντάνακτος Δημιουργοῦ τοῦ παντός, χαῖρε,
ὅτι κατεδέξατο προσπαγῆναί σοι Χριστός.
Χαῖρε, τῶν θλιβομένων παραμύθιον μέγα, χαῖρε, τῶν ἐν πολέμοις
τὸ ἀήττητον ὅπλον.
Χαῖρε, Σταυρέ, Ἀγγέλων εὐπρέπεια, χαῖρε, Σταυρέ, πιστῶν ἡ
ἀντίληψις
Χαῖρε, δι’ οὗ κατεπόθη ὁ ᾍδης, χαῖρε, δι’ οὗ ἐξανέστημεν πάντες.
Χαῖρε, Ξύλον μακάριον.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Ζ’ τοῦ αὐτοῦ μηνός, τὴν ἀνάμνησιν ἑορτάζομεν τοῦ ἐν
οὐρανῷ φανέντος σημείου τοῦ Τιμίου Σταυροῦ, ἐπὶ
Κωνσταντίου Βασιλέως, υἱοῦ τοῦ Μεγάλου Κωνσταντίνου, καὶ
Κυρίλλου Ἀρχιεπισκόπου Ἱεροσολύμων.
Στίχοι
Σταυροῦ παγέντος, ἡγιάσθη γῆ πάλαι.
Καὶ νῦν φανέντος, ἡγιάσθη καὶ πόλος.
Ἑβδομάτῃ Σταυροῖο τύπος πόλῳ ἀμφετανύθη.
41
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀκακίου.
Στίχοι
Εἴπερ τις ἄλλος, ἐν χορῷ τῶν Μαρτύρων,
Κάλλιστος Ἀκάκιος ἐκτμηθεὶς ξίφει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μάρτυρος
Κοδράτου καὶ τῶν σὺν αὐτῷ.
Στίχοι
Ζωμοὺς χύτρας σὴς τοὺς ἱδρῶτας, Κοδρᾶτε,
Ἅλατι τμηθεὶς αἱμάτων παραρτύεις.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ
Ὁμολογητοῦ Ἰωάννου τοῦ Ψυχαΐτου.
Στίχοι
Ψυχῆς μόνης σὺ τὴν σχέσιν φέρων Πάτερ,
Ψυχαΐτης κέκλησαι ἐνδίκως μάκαρ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μάρτυρος
Μαξίμου.
Στίχοι
Λίθοις ἐπιβὰς Μάξιμος μεγαλόνους,
Ἀνῆλθε χαίρων οὐρανοῦ εἰς τὸ πλάτος.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.
Ὁ Εἱρμὸς
«Τὸν ἐν μορφῇ Ἀγγέλου ὁραθέντα, ἐν καμίνῳ τοῦ πυρὸς τοῖς
ὑμνολόγοις, Χριστὸν τὸν Θεόν, ὑμνεῖτε Παῖδες, Ἱερεῖς εὐλογεῖτε,
λαὸς ὑπερυψοῦτε, εἰς πάντας τούς αἰῶνας».
42
Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ Φωτός, ἐν ὕμνοις τιμῶντες
μεγαλύνωμεν.
Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου
ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως
τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν
ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ
ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί,
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως
τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν
ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ,
καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοῖς φοβουμένοις
αὐτόν.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως
τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν
ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους
διανοίᾳ καρδίας αὐτῶν.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως
τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν
ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας
ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως
τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν
ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς
ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραάμ, καὶ τῷ σπέρματι
αὐτοῦ ἕως αἰῶνος.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως
43
τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν
ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ὁ Εἱρμὸς
«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε,
ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις·
διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».
«Ἄξιόν ἐστιν ὦς ἀληθῶς,
μακαρίζειν σὲ τὴν Θεοτόκον,
τὴν ἀειμακάριστον καὶ παναμώμητον,
καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβείμ,
καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,
τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,
τὴν ὄντως Θεοτόκον,
σὲ μεγαλύνομεν».
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ
χάριτι.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης
ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν
Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν
ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοι Κύριε.
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ Δυνάμεις τῶν οὐρανῶν, καὶ σοὶ τὴν
δόξαν ἀναπέμπουσι, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
44
Ἐξαποστειλάριον τοῦ τιμίου Σταυροῦ Ἦχος β’ Σταυρός, ο
φύλαξ πάσης.
Σταυρός, ὁ φύλαξ πάσης τῆς οἰκουμένης, Σταυρός, ἡ
ὡραιότης τῆς Ἐκκλησίας, Σταυρός, βασιλέων τὸ κραταίωμα,
Σταυρός, πιστῶν τὸ στήριγμα, Σταυρός, Ἀγγέλων ἡ δόξα, καὶ τῶν
δαιμόνων τὸ τραῦμα.
Ἦχος β’ Αὐτόμελον
Γυναῖκες ἀκουτίσθητε, φωνὴν ἀγαλλιάσεως, Τύραννον ᾍδην
πατήσας, φθορᾶς ἐξήγειρα κόσμον, δράμετε φίλοις εἴπατε, τοῖς
ἐμοῖς εὐαγγέλια· βούλομαι γὰρ τὸ πλάσμα μου, χαρὰν ἐκεῖθεν
αὐγάσαι, ἐξ ἧς προῆλθεν ἡ λύπη.
ΑΙΝΟΙ ΨΑΛΜΟΣ ΡΜΗ’ (148).
(Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.) Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν
οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· (Σοὶ πρέπει ὕμνος τῷ
Θεῷ.)
Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ
Δυνάμεις αὐτοῦ· (Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.)
Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται
πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν
στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν
κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Στιχηρὰ Ἦχος β’ Ἀναστάσιμον
Ἄγγελος μὲν τὸ Χαῖρε, πρὸ τῆς σῆς συλλήψεως Κύριε, τῇ
Κεχαριτωμένῃ ἐκόμισεν, Ἄγγελος δὲ τὸν λίθον τοῦ ἐνδόξου σου
μνήματος, ἐν τῇ σῇ, Ἀναστάσει ἐκύλισεν, ὁ μέν, ἀντὶ τῆς λύπης,
εὐφροσύνης σύμβολα μηνύων, ὁ δέ, ἀντὶ θανάτου, Δεσπότην
ζωοδότην κηρύττων ἡμῖν·διὸ βοῶμέν σοι· Εὐεργέτα τῶν Ἁπάντων,
Κύριε, δόξα σοι.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν
ψαλτηρίῳ καὶ κιθάρᾳ.
45
Στιχηρὰ Ἦχος β’ Ἀναστάσιμον
Ἄγγελος μὲν τὸ Χαῖρε, πρὸ τῆς σῆς συλλήψεως Κύριε, τῇ
Κεχαριτωμένῃ ἐκόμισεν, Ἄγγελος δὲ τὸν λίθον τοῦ ἐνδόξου σου
μνήματος, ἐν τῇ σῇ, Ἀναστάσει ἐκύλισεν, ὁ μέν, ἀντὶ τῆς λύπης,
εὐφροσύνης σύμβολα μηνύων, ὁ δέ, ἀντὶ θανάτου, Δεσπότην
ζωοδότην κηρύττων ἡμῖν·διὸ βοῶμέν σοι· Εὐεργέτα τῶν Ἁπάντων,
Κύριε, δόξα σοι.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν
χορδαῖς καὶ ὀργάνῳ,
Ἦχος β’ Ἀποστολικὸν
Οἱ ἐξ ἀδίκων πράξεων πάντοθεν πολεμούμενοι, καὶ πρὸς σὲ
καταφεύγοντες, τὸν ὄντως ὄντα Θεόν, τὴν φωνὴν τῶν σῶν
Μαθητῶν προσφέρομέν σοι λέγοντες· Σῶσον ἡμᾶς, Ἐπιστάτα,
ἀπολλύμεθα. Δεῖξον καὶ νῦν τοῖς ἐχθροῖς ἡμῶν δεόμεθα, ὅτι
σκέπεις λαόν, καὶ σῴζεις ἐκ κινδύνων, τῇ πρεσβείᾳ τῶν
Ἀποστόλων, παρορῶν ἁμαρτίας διὰ πολλὴν ἀγαθότητα, Κύριε,
δόξα σοι.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν
κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἦχος β’ Μαρτυρικὸν
Πᾶσα πόλις καὶ χώρα, τιμᾷ ὑμῶν τὰ λείψανα, ὦ ἀθλοφόροι
Μάρτυρες· ὑμεῖς γὰρ νομίμως ἀθλήσαντες, στέφανον οὐράνιον
ἐλάβετε, καὶ διὰ τοῦτο Ἱερέων ἐστὲ τὸ καύχημα, βασιλέων τὸ
νῖκος, Ἐκκλησιῶν ἡ εὐπρέπεια.
Δόξα… Καὶ νῦν… Ἦχος β’
Αἱ Μυροφόροι γυναῖκες ὄρθρου βαθέος, ἀρώματα λαβοῦσαι, τοῦ
Κυρίου τὸν τάφον κατέλαβον· ἅπερ δὲ οὐκ ἤλπιζον εὑροῦσαι,
διελογίζοντο εὐλαβούμεναι τοῦ λίθου τὴν μετάθεσιν, καὶ πρὸς
ἀλλήλας διελέγοντο· Ποῦ εἰσιν αἱ σφραγῖδες τοῦ μνήματος; ποῦ
ἐστιν, ἡ τοῦ Πιλάτου κουστωδία, καὶ ἀκριβὴς ἀσφάλεια; Γέγονε δὲ
μηνυτής, τῶν ἀγνοουσῶν Γυναικῶν, ἐξαστράπτων Ἄγγελος, καὶ
φάσκων πρὸς αὐτάς· Τί μετὰ θρήνων ζητεῖτε τὸν ζῶντα, καὶ
ζωοποιήσαντα τὸ γένος τῶν βροτῶν; ἐξηγέρθη Χριστός ὁ Θεὸς
46
ἡμῶν, ἐκ νεκρῶν ὡς παντοδύναμος, παρέχων πᾶσιν ἡμῖν
ἀφθαρσίαν καὶ ζωήν, φωτισμὸν καὶ τὸ μέγα ἔλεος.
Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι,
νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ὁ Ἀναγνώστης χῦμα τὸ
Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία.
Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυ νοῦμέν σε, δοξολογοῦμέν
σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ
μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν
ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ
κόσμου.
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός,
καὶ ἐλέησον ἡμᾶς.
Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς
δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς
τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα.
Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου,
ὅτι σὺ εἶ ὁ Θεός μου.
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους
φυλαχθῆναι ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ
δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
47
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ
σέ.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου.
Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου.
Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ
παρίδῃς.
Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ
καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.
Ὁ διάκονος:
 Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
 Κύριε ἐλέησον.
 Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ
Σῇ χάριτι.
 Κύριε ἐλέησον.
 Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ
ἀναμάρτητον, παρά τοῦ Κυρίου, αἰτησώμεθα.
 Παράσχου Κύριε.
 Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα των ψυχῶν καί τῶν
σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
 Παράσχου Κύριε.
 Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καί τῶν
πλημμελημάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
 Παράσχου Κύριε.
 Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ
κόσμῳ, παρά τοῦ Κυρίου αἰτησώμεθα.
 Παράσχου Κύριε.
 Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ
ἐκτελέσαι, παρά τοῦ Κυρίου αἰτησώμεθα.
 Παράσχου Κύριε.
48
 Χριστιανὰ τὰ τέλη της ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα,
εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ
Χριστοῦ αἰτησώμεθα.
 Παράσχου Κύριε.
 Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου
Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ
πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ
πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
 Σοὶ Κύριε.
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν
καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων.
Ὁ Χορός: Ἀμήν.
Εἰρήνη πᾶσι.
Καὶ τῷ πνεύματί σου.
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Σοί, Κύριε.
Κύριε, Ἅγιε, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν, καὶ τῷ
παντεφόρῳ σου ὄμματι ἐπιβλέπων ἐπὶ πᾶσαν τὴν κτίσιν, σοὶ
ἐκλίναμεν τὸν αὐχένα τῆς ψυχῆς καὶ τοῦ σώματος, καὶ δεόμεθά
σου Ἅγιε Ἁγίων· ἔκτεινον τὴν χεῖρά σου τὴν ἀόρατον ἐξ ἁγίου
κατοικητηρίου σου, καὶ εὐλόγησον πάντας ἡμᾶς· καὶ εἴτι
ἡμάρτομεν ἑκουσίως ἤ ἀκουσίως, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος
Θεὸς συγχώρησον, δωρούμενος ἡμῖν τὰ ἐγκόσμια καὶ
ὑπερκόσμια ἀγαθά σου.
Σὸν γὰρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ Σοὶ τὴν
δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ
Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν
49
Απόστιχα τοῦ Πεντηκοσταρίου Εἰς τὸν Στίχον, Στιχηρὰ
Προσόμοια τῆς Ἑορτῆς Ἦχος β’ Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν
Ὅτε, ἐξανέστης ὡς Θεός, τότε χαίρειν δέδωκας Λόγε ταῖς
Μυροφόροις εἰπών· Οὔπω ἀναβέβηκα πρὸς τὸν Πατέρα μου, καὶ
λοιπὸν μή μου ἅπτεσθε, πορεύεσθε μόνον, εἴπατε τοῖς φίλοις
μου· ἰδοὺ προάγει ὑμᾶς. Ὅθεν, μετὰ ταῦτα ὡράθης, καὶ δι’
ἐμφυσήματος τούτοις, δέδωκας Σωτὴρ Πνεῦμα τὸ ἅγιον.
Στίχ. Εὐδόκησας Κύριε, τὴν γῆν σου,ἀπέστρεψας τὴν
αἰχμαλωσίαν Ἰακώβ.
Ἦχος β’
Ῥήσεις, Μυροφόρων γυναικῶν, τὰς ἐκ τῶν νεκρῶν κηρυττούσας,
Χριστοῦ Ἀνάστασιν, Μύσται μὴ πιστεύσαντες, ἔσπευσαν μνῆμα
ἰδεῖν, καὶ σινδὼν καὶ σουδάριον, ὁρᾶται τῷ τάφῳ, ὁ δ’ αὐτὸς
ζητούμενος, οὐχὶ τεθέαται. Ὅθεν, τὴν Ἀνάστασιν γνόντες, κήρυκες
ὁρῶνται ἐν κόσμῳ ταύτην καὶ τοῖς ἔθνεσι μηνύοντες.
Στίχ. Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνην καὶ εἰρήνην
κατεφίλησαν.
Ἦχος β’
Ὤφθη, φῶς ἀπρόσιτον ἡμῖν, λάμπων ἀπὸ τάφου ὡραῖος, Χριστὸς
ὁ Κύριος, ᾍδης ᾐχμαλώτισται, Σατὰν ἠφάνισται, χαίρει κόσμου τὰ
πέρατα, χορεύει ἡ κτίσις, μέλπει ἑορτάζουσα, ἡ Ἐκκλησία
Χριστοῦ, μνήμην Ἰωσὴφ τοῦ πανσόφου, καὶ τῶν Μυροφόρων σὺν
τούτῳ, γυναικῶν γεραίρει τὴν πανήγυριν.
Δόξα… Καὶ νῦν …Ἦχος β’
Τί τὰ μύρα τοῖς δάκρυσι Μαθήτριαι κιρνᾶτε; ὁ λίθος κεκύλισται, ὁ
τάφος κεκένωται, ἴδετε τὴν φθορὰν τῇ ζωῇ πατηθεῖσαν, τὰς
σφραγῖδας μαρτυρούσας τηλαυγῶς, ὑπνοῦντας δεινῶς τοὺς
φύλακας τῶν ἀπειθῶν, τὸ θνητὸν σέσωσται σαρκὶ Θεοῦ, ὁ ᾍδης
θρηνεῖ δραμοῦσαι χαρᾷ, εἴπατε τοῖς Ἀποστόλοις, ὁ νεκρώσας
Χριστὸς τόν θάνατο
Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί
σου Ὕψιστε, τοῦ ἀναγγέλλειν τὸ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν
ἀλήθειάν σου κατὰ νύκτα.
50
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ
γ’)
Δόξα… Καὶ νῦν …
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον (ἐκ γ’)
Δόξα… Καὶ νῦν …
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου,
ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ,
καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον,
καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς
ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ
ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς
καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας των αἰώνων.
Ἀμήν.
Ἀπολυτίκιον τοῦ τιμίου Σταυροῦ Ἦχος α’
Τοῦ Σταυροῦ σου ὁ τύπος νῦν ὑπὲρ ἥλιον ἔλαμψεν, ὄνπερ ἐξ
ὄρους ἁγίου, τόπῳ Κρανίου ἐφήπλωσας, καὶ τὴν ἐν αὐτῷ σου
Σῶτερ ἰσχὺν ἐτράνωσας, διὰ τούτου κρατύνας καὶ τοὺς πιστοὺς
Βασιλεῖς ἡμῶν, οὓς καὶ περίσῳζε διαπαντὸς ἐν εἰρήνῃ, πρεσβείαις
τῆς Θεοτόκου Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.
Δόξα… Καὶ νῦν …Ἦχος β’
Ταῖς μυροφόροις Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος
ἐβόα· Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ
διαφθορᾶς ἐδείχθη ἀλλότριος· ἀλλὰ κραυγάσατε· Ἀνέστη ὁ
Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
51
(Ἀπόστολος καὶ Εὐαγγέλιον τῆς ἡμέρας, ἐὰν δὲ θὰ γίνει ἡ Θ.
Λειτουργία)
Προκείμενον. Ἦχος πλ. δ΄
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν.
Στίχ. Οἱ οὐρανοί διηγοῦνται δόξαν Θεοῦ.
ΠΕΜΠΤΗ Γ΄, ΕΒΔΟΜΑΔΟΣ
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα 8:26-39
Ἐν ταῖς ἡμέραις ἐκείναις, ῎Αγγελος Κυρίου ἐλάλησε πρὸς
Φίλιππον λέγων· ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν
ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ ῾Ιερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν
ἔρημος. Καὶ ἀναστὰς ἐπορεύθη. Καὶ ἰδοὺ ἀνὴρ Αἰθίοψ εὐνοῦχος
δυνάστης Κανδάκης τῆς βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης
τῆς Γάζης αὐτῆς, ὃς ἐληλύθει προσκυνήσων εἰς ῾Ιερουσαλήμ, ἦν τε
ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ, καὶ
ἀνεγίνωσκε τὸν προφήτην ῾Ησαΐαν. Εἶπε δὲ τὸ Πνεῦμα τῷ
Φιλίππῳ· πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ. Προσδραμὼν
δὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος τὸν προφήτην
῾Ησαΐαν, καὶ εἶπεν· ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; Ὁ δὲ εἶπε·
πῶς γὰρ ἂν δυναίμην, ἐὰν μή τις ὁδηγήσῃ με; Παρεκάλεσέ τε τὸν
Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ. Ἡ δὲ περιοχὴ τῆς γραφῆς
ἣν ἀνεγίνωσκεν ἦν αὕτη· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη· καὶ ὡς
ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει
τὸ στόμα αὐτοῦ. Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη· τὴν
δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ
αὐτοῦ. Ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπε· δέομαί σου,
περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; Περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου
τινός; Ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ καὶ ἀρξάμενος ἀπὸ
τῆς γραφῆς ταύτης εὐηγγελίσατο αὐτῷ τὸν ᾿Ιησοῦν. Ὡς δὲ
ἐπορεύοντο κατὰ τὴν ὁδόν, ἦλθον ἐπί τι ὕδωρ, καί φησὶν ὁ
εὐνοῦχος· ἰδοὺ ὕδωρ· τί κωλύει με βαπτισθῆναι; εἶπε δὲ ὁ
Φίλιππος· εἰ πιστεύεις ἐξ ὅλης τῆς καρδίας, ἔξεστιν. Ἀποκριθεὶς δὲ
52
εἶπε· πιστεύω τὸν υἱὸν τοῦ Θεοῦ εἶναι τὸν ᾿Ιησοῦν Χριστόν. Καὶ
ἐκέλευσε στῆναι τὸ ἅρμα, καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ,
ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος, καὶ ἐβάπτισεν αὐτόν. Ὅτε δὲ
ἀνέβησαν ἐκ τοῦ ὕδατος, Πνεῦμα Κυρίου ἥρπασε τὸν Φίλιππον,
καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος· ἐπορεύετο γὰρ τὴν ὁδὸν
αὐτοῦ χαίρων.
Ἀλληλούϊα Ἦχος α΄
Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε.
Στίχ. Ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων.
Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Εἰρήνη πᾶσι.
Καὶ τῷ Πνεύματί σου.
Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου…
Πρόσχωμεν.
Δόξα σοι, Κύριε, δόξα σοι.
Τῌ ΠΕΜΠΤῌ ΤΗΣ Γ΄ ΕΒΔΟΜΑΔΟΣ Ἐκ τοῦ κατὰ Ἰωάννην, στ΄ 40 –
44
Εἶπεν ὁ Κύριος πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· τοῦτό
ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ
πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐγὼ
τῇ ἐσχάτῃ ἡμέρᾳ. Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι εἶπεν,
ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ, καὶ ἔλεγον· Οὐχ
οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα
καὶ τὴν μητέρα; πῶς οὖν λέγει οὗτος ὅτι ἐκ τοῦ οὐρανοῦ
καταβέβηκα; ἀπεκρίθη οὖν ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Μὴ
γογγύζετε μετ’ ἀλλήλων. οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ
πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, καὶ ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ
ἐσχάτῃ ἡμέρᾳ.
Δόξα σοι, Κύριε, δόξα σοι.
53
Εἴπωμεν πάντες ἐξ ὅλης…
Σοφία.
Ὁ Ἀναγνώστης: Εὐλόγησον.
ΙΕΡΕΥΣ: Ὁ ὤν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν πάντοτε νῦν καὶ ἀεὶ
καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.Ἀμήν.
Ὁ Ἀναγνώστης: Στερεώσαι, Κύριος ὁ Θεός, τὴν ἁγίαν ἀμώμητον
πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν, σὺν τῇ ἁγίᾳ
αὐτοῦ Ἐκκλησίᾳ καὶ τῇ χώρᾳ, νήσῳ, κώμη, Μητροπόλει, Ἐνορία
ταύτῃ εἰς αἰῶνας αἰώνων. Ἀμήν.
ΙΕΡΕΥΣ: Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ὁ Ἀναγνώστης: Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον
τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ΙΕΡΕΥΣ: Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Ὁ Ἀναγνώστης: Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίω Πνεύματι, καὶ νῦν
καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Κύριε ἐλέησον,
Κύριε ἐλέησον, Κύριε ἐλέησον. Πάτερ Ἅγιε εὐλόγησον.
ΙΕΡΕΥΣ: Ὁ ἀναστὰς ἐκ νεκρῶν Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς
πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ
Μητρός· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις
τῶν τιμίων, ἐπουρανίων δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ
τιμίου καὶ ἐνδόξου, προφήτου προδρόμου καὶ βαπτιστοῦ
Ἰωάννου· τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν
ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ
θεοφόρων πατέρων ἡμῶν· τοῦ ἁγίου (τοῦ ναοῦ)· τῶν ἁγίων καὶ
δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· τοῦ ἁγίου(τῆς ἡμέρας),
οὖ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι
καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
54
ΙΕΡΕΥΣ: Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας,
καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Ὁ Ἀναγνώστης: Ἀληθῶς ἀνέστη ὁ Κύριος.
Τῌ Ζ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ 2020.
Τῌ ΠΕΜΠΤῌ ΤΗΣ Γ’ ΕΒΔΟΜΑΔΟΣ ΜΕΤΑ ΤΟ ΠΑΣΧΑ.
Μνήμη τοῦ ἐν οὐρανῷ φανέντος σημείου τοῦ Τιμίου Σταυροῦ,
ὥρᾳ τρίτῃ τῆς ἡμέρας, ἐπὶ Κωνσταντίου Βασιλέως, υἱοῦ
Κωνσταντίνου τοῦ Μεγάλου.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Ευλογημένη η Βασιλεία του Πατρός και του Υιού και του Αγίου
Πνεύματος, νυν και αεί και εις τους αιώνας των αιώνων.
Αμήν.
Ἦχος πλ. α’
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς
ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς
ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς
ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Ἀμήν.
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ
Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
55
Ὑπέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων
τοῦ Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου
δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας,
καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου
δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ τοῦ Πατρὸς ἡμῶν, Ἀρχιεπισκόπου (τοῦ δεῖνος), τοῦ τιμίου
πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί
τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν
αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν
στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ τῆς (πόλεως) ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν
πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ
εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν
εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων,
αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου
καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ
χάριτι.
Κύριε, ἐλέησον.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης
ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν
56
Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν
ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοι Κύριε.
Κύριε ὁ Θεὸς ἡμῶν, οὗ τὸ κράτος ἀνείκαστον καὶ ἡ δόξα
ἀκατάληπτος, οὗ τὸ ἔλεος ἀμέτρητον καὶ ἡ φιλανθρωπία ἄφατος,
Αὐτὸς Δέσποτα, κατὰ τὴν εὐσπλαχνίαν σου, ἐπίβλεψον ἐφ’ ἡμᾶς
καὶ ἐπὶ τὸν ἅγιον οἶκον τοῦτον καὶ ποίησον μεθ’ ἡμῶν, καί τῶν
συνευχομένων ἡμῖν, πλούσια τὰ ἐλέη σου καί τοὺς οἰκτιρμούς
σου.
Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ
τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων.
Ἀμήν.
Ἀντίφωνον α’
Ἦχος β’
Στίχ. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου Σῶτερ σῶσον ἡμᾶς.
Στίχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει
αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου Σῶτερ σῶσον ἡμᾶς.
Στίχ. Εἴπατε τῷ Θεῷ΄ Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς
δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου Σῶτερ σῶσον ἡμᾶς.
Στίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι,
ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου Σῶτερ σῶσον ἡμᾶς.
Δόξα Πατρὶ… Καὶ νῦν…
Ταῖς πρεσβείαις τῆς Θεοτόκου Σῶτερ σῶσον ἡμᾶς.
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ
χάριτι.
57
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης
ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν
Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν
ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοι Κύριε.
Ὅτι σὸν τὸ κράτος καί σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ
δόξα, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ
ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἀντίφωνον β’ Ἦχος ὁ αὐτὸς
Στίχ. Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ
πρόσωπον αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι.
Ἀλληλούϊα.
Στίχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ
σωτήριόν σου.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι.
Ἀλληλούϊα.
Στίχ. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός,
ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι.
Ἀλληλούϊα.
Στίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα
τὰ πέρατα τῆς γῆς.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι.
Ἀλληλούϊα.
Δόξα Πατρί… Καὶ νῦν…
Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ
καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς
ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως
ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον
58
πατήσας, εἷς ὤν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ
τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ
χάριτι.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης
ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν
Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν
ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοι Κύριε.
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν
καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἀντίφωνον γ’ Ἦχος πλ. α’
Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ
αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες
αὐτόν.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ ἐν τοῖς
μνήμασι, ζωὴν χαρισάμενος.
Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ
προσώπου πυρός.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ ἐν τοῖς
μνήμασι, ζωὴν χαρισάμενος.
Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ
Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ ἐν τοῖς
μνήμασι, ζωὴν χαρισάμενος.
Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ
εὐφρανθῶμεν ἐν αὐτῇ.
59
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ ἐν τοῖς
μνήμασι, ζωὴν χαρισάμενος.
Εἰσοδικὸν
Σοφία Ορθή.
Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ,
σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι΄
Ἀλληλούϊα.
Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος β’
Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελών, τὸ ἄχραντόν σου
Σῶμα, σινδόνι καθαρᾷ εἱλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ
κηδεύσας ἀπέθετο· ἀλλὰ τριήμερος ἀνέστης Κύριε, παρέχων τῷ
κόσμῳ τὸ μέγα ἔλεος.
Ἦχος β’
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν
ᾍδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς
τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις
τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα
σοι.
Ἦχος β’
Ταῖς μυροφόροις Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος
ἐβόα· Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ
διαφθορᾶς ἐδείχθη ἀλλότριος· ἀλλὰ κραυγάσατε· Ἀνέστη ὁ
Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον τοῦ τιμίου Σταυροῦ Ἦχος α’
Τοῦ Σταυροῦ σου ὁ τύπος νῦν ὑπὲρ ἥλιον ἔλαμψεν, ὄνπερ ἐξ
ὄρους ἁγίου, τόπῳ Κρανίου ἐφήπλωσας, καὶ τὴν ἐν αὐτῷ σου
Σῶτερ ἰσχὺν ἐτράνωσας, διὰ τούτου κρατύνας καὶ τοὺς πιστοὺς
Βασιλεῖς ἡμῶν, οὓς καὶ περίσῳζε διαπαντὸς ἐν εἰρήνῃ, πρεσβείαις
τῆς Θεοτόκου Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.
60
Τοῦ Ναοῦ…
Κοντάκιον Ἦχος β’ Αὐτόμελον
Τὸ Χαῖρε ταῖς Μυροφόροις φθεγξάμενος, τὸν θρῆνον τῆς
προμήτορος Εὔας κατέπαυσας, τῇ Ἀναστάσει σου, Χριστὲ ὁ Θεός,
τοῖς Ἀποστόλοις δὲ τοῖς σοῖς κηρύττειν ἐπέταξας, ὁ Σωτὴρ
ἐξανέστη τοῦ μνήματος.
Διάκονος.
Τοῦ Κυρίου δεηθῶμεν
Κύριε, ἐλέησον.
Ὁ Θεὸς ὁ Ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος, ὁ τρισαγίῳ φωνῇ ὑπό
τῶν Σεραφεὶμ ἀνυμνούμενος καὶ ὑπό τῶν Χερουβεὶμ
δοξολογούμενος, καὶ ὑπὸ πάσης ἐπουρανίου δυνάμεως
προσκυνούμενος ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν τὰ
σύμπαντα ὁ κτίσας τὸν ἄνθρωπον κατ’ εἰκόνα σὴν καὶ ὁμοίωσιν
καὶ παντί σου χαρίσματι κατακοσμήσας, ὁ διδοὺς αἰτοῦντι σοφίαν
καὶ σύνεσιν, καὶ μὴ παρορῶν ἁμαρτάνοντα, ἀλλὰ θέμενος ἐπὶ
σωτηρίᾳ μετάνοιαν, ὁ καταξιώσας ἡμᾶς, τοὺς ταπεινοὺς καὶ
ἀναξίους δούλους σου, καὶ ἐν τῇ ὥρᾳ ταύτῃ στῆναι κατενώπιον
τῆς δόξης τοῦ ἁγίου σου θυσιαστηρίου, καὶ τὴν ὀφειλομένην σοι
προσκύνησιν καὶ δοξολογίαν προσάγειν. Αὐτός, Δέσποτα,
πρόσδεξαι καὶ ἐκ στόματος ἡμῶν τῶν ἁμαρτωλῶν τὸν Τρισάγιον
ὕμνον καὶ ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητί σου. Συγχώρησον
ἡμῖν πᾶν πλημμέλημα, ἑκούσιόν τε καὶ ἀκούσιον, ἁγίασον ἡμῶν
τὰς ψυχὰς καὶ τὰ σώματα καὶ δὸς ἡμῖν ἐν ὁσιότητι λατρεύειν σοι
πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν, πρεσβείαις τῆς ἁγίας
Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων, τῶν ἀπ’ αἰῶνός σοι
εὐαρεστησάντων.
Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων.
61
Ἀμήν.
Τρισάγιον Ἀποστόλου
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.(γ΄).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν.
Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.
Δύναμις.
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.
Προκείμενον. Ἦχος πλ. δ΄
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν.
Στίχ. Οἱ οὐρανοί διηγοῦνται δόξαν Θεοῦ.
ΠΕΜΠΤΗ Γ΄, ΕΒΔΟΜΑΔΟΣ
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα 8:26-39
Ἐν ταῖς ἡμέραις ἐκείναις, ῎Αγγελος Κυρίου ἐλάλησε πρὸς
Φίλιππον λέγων· ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν
ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ ῾Ιερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν
ἔρημος. Καὶ ἀναστὰς ἐπορεύθη. Καὶ ἰδοὺ ἀνὴρ Αἰθίοψ εὐνοῦχος
δυνάστης Κανδάκης τῆς βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης
τῆς Γάζης αὐτῆς, ὃς ἐληλύθει προσκυνήσων εἰς ῾Ιερουσαλήμ, ἦν τε
ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ, καὶ
ἀνεγίνωσκε τὸν προφήτην ῾Ησαΐαν. Εἶπε δὲ τὸ Πνεῦμα τῷ
Φιλίππῳ· πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ. Προσδραμὼν
δὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος τὸν προφήτην
῾Ησαΐαν, καὶ εἶπεν· ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; Ὁ δὲ εἶπε·
πῶς γὰρ ἂν δυναίμην, ἐὰν μή τις ὁδηγήσῃ με; Παρεκάλεσέ τε τὸν
Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ. Ἡ δὲ περιοχὴ τῆς γραφῆς
ἣν ἀνεγίνωσκεν ἦν αὕτη· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη· καὶ ὡς
ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει
τὸ στόμα αὐτοῦ. Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη· τὴν
62
δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ
αὐτοῦ. Ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπε· δέομαί σου,
περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; Περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου
τινός; Ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ καὶ ἀρξάμενος ἀπὸ
τῆς γραφῆς ταύτης εὐηγγελίσατο αὐτῷ τὸν ᾿Ιησοῦν. Ὡς δὲ
ἐπορεύοντο κατὰ τὴν ὁδόν, ἦλθον ἐπί τι ὕδωρ, καί φησὶν ὁ
εὐνοῦχος· ἰδοὺ ὕδωρ· τί κωλύει με βαπτισθῆναι; εἶπε δὲ ὁ
Φίλιππος· εἰ πιστεύεις ἐξ ὅλης τῆς καρδίας, ἔξεστιν. Ἀποκριθεὶς δὲ
εἶπε· πιστεύω τὸν υἱὸν τοῦ Θεοῦ εἶναι τὸν ᾿Ιησοῦν Χριστόν. Καὶ
ἐκέλευσε στῆναι τὸ ἅρμα, καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ,
ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος, καὶ ἐβάπτισεν αὐτόν. Ὅτε δὲ
ἀνέβησαν ἐκ τοῦ ὕδατος, Πνεῦμα Κυρίου ἥρπασε τὸν Φίλιππον,
καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος· ἐπορεύετο γὰρ τὴν ὁδὸν
αὐτοῦ χαίρων.
Ἀλληλούϊα Ἦχος α΄
Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε.
Στίχ. Ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων.
Τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου
Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.
Κύριε, ἐλέησον (γ’).
Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Εἰρήνη πᾶσι.
Καὶ τῷ Πνεύματί σου.
Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου…
Πρόσχωμεν.
Δόξα σοι, Κύριε, δόξα σοι.
63
Τῌ ΠΕΜΠΤῌ ΤΗΣ Γ΄ ΕΒΔΟΜΑΔΟΣ Ἐκ τοῦ κατὰ Ἰωάννην, στ΄ 40 –
44
Εἶπεν ὁ Κύριος πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· τοῦτό
ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ
πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐγὼ
τῇ ἐσχάτῃ ἡμέρᾳ. Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι εἶπεν,
ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ, καὶ ἔλεγον· Οὐχ
οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα
καὶ τὴν μητέρα; πῶς οὖν λέγει οὗτος ὅτι ἐκ τοῦ οὐρανοῦ
καταβέβηκα; ἀπεκρίθη οὖν ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Μὴ
γογγύζετε μετ’ ἀλλήλων. οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ
πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, καὶ ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ
ἐσχάτῃ ἡμέρᾳ.
Δόξα σοι, Κύριε, δόξα σοι.
Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν
εἴπωμεν.
Κύριε, ἐλέησον.
Κύριε παντοκράτορ ὁ Θεός τῶν Πατέρων ἡμῶν, δεόμεθά σου,
ἐπάκουσον καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου, δεόμεθά σου,
ἐπάκουσον καὶ ἐλέησον.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Ἔτι δεόμεθα ὑπέρ τοῦ Πατρὸς ἡμῶν, Ἀρχιεπισκόπου (τοῦ δεῖνος).
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Ἔτι δεόμεθα ὑπέρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων,
ἱεροδιακόνων καὶ μοναχῶν, καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας,
ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν
δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων
64
χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν
τῇ (πόλει) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ
ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τῆς ἁγίας
Ἐκκλησίας ταύτης, καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων
πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς, κειμένων, καὶ
ἁπανταχοῦ ὀρθοδόξων.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Ἔτι δεόμεθα ὑπέρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν
τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ
ὑπέρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρά σοῦ
μέγα καὶ πλούσιον ἔλεος.
Κύριε, ἐλέησον.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν
δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ
Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ
χάριτι.
Κύριε, ἐλέησον.
Σοφία.
Εὐχαριστοῦμέν σοι, Κύριε, ὁ Θεός τῶν δυνάμεων, τῷ
καταξιώσαντι ἡμᾶς παραστῆναι καὶ νῦν τῷ ἁγίῳ σου θυσιαστηρίῳ
καὶ προσπεσεῖν τοῖς οἰκτιρμοῖς σου ὑπὲρ τῶν ἡμετέρων
ἁμαρτημάτων καί τῶν τοῦ λαοῦ ἀγνοημάτων. Πρόσδεξαι, ὁ Θεός,
τὴν δέησιν ἡμῶν, ποίησον ἡμᾶς ἀξίους γενέσθαι τοῦ προσφέρειν
σοι δεήσεις καὶ ἱκεσίας καὶ θυσίας ἀναιμάκτους ὑπὲρ παντός τοῦ
λαοῦ σου, καὶ ἱκάνωσον ἡμᾶς, οὓς ἔθου εἰς τὴν διακονίαν σου
ταύτην, ἐν τῇ δυνάμει τοῦ Πνεύματός σου τοῦ Ἁγίου,
65
ἀκαταγνώστως καὶ ἀπροσκόπτως, ἐν καθαρῷ τῷ μαρτυρίῳ τῆς
συνειδήσεως ἡμῶν, ἐπικαλεῖσθαί σε ἐν παντὶ καιρῷ καὶ τόπῳ, ἵνα
εἰσακούων ἡμῶν, ἵλεως ἡμῖν εἴης, ἐν τῷ πλήθει τῆς σῆς
ἀγαθότητος.
Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ
τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων.
Ἀμήν.
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ
χάριτι.
Κύριε, ἐλέησον.
Σοφία.
Πάλιν καὶ πολλάκις σοι προσπίπτομεν καί σοῦ δεόμεθα, ἀγαθὲ
καὶ φιλάνθρωπε, ὅπως, ἐπιβλέψας ἐπὶ τὴν δέησιν ἡμῶν,
καθαρίσῃς ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα ἀπὸ παντὸς μολυσμοῦ
σαρκὸς καὶ πνεύματος, καὶ δῴης ἡμῖν ἀνένοχον καὶ ἀκατάκριτον
τὴν παράστασιν τοῦ ἁγίου σου θυσιαστηρίου. Χάρισαι δέ, ὁ Θεός,
καὶ τοῖς συνευχομένοις ἡμῖν προκοπὴν βίου καὶ πίστεως καὶ
συνέσεως πνευματικῆς, δὸς αὐτοῖς πάντοτε, μετὰ φόβου καὶ
ἀγάπης λατρεύειν σοι, ἀνενόχως καὶ ἀκατακρίτως μετέχειν τῶν
ἁγίων σου μυστηρίων, καί τῆς ἐπουρανίου σου βασιλείας
ἀξιωθῆναι.
Ὅπως ὑπό τοῦ κράτους σου πάντοτε φυλαττόμενοι, σοὶ δόξαν
ἀναπέμπωμεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν
καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
66
Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ τῇ ζωοποιῷ Τριάδι
τὸν τρισάγιον ὕμνον προσᾴδοντες, πᾶσαν τὴν βιοτικὴν
ἀποθώμεθα μέριμναν.
Ὡς τὸν βασιλεία τῶν ὅλων ὑποδεξόμενοι.
Η Είσοδος των Τιμίων Δώρων.
Ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν. Ἀλληλούϊα.
Ἀλληλούϊα. Ἀλληλούϊα.
Πληρώσωμεν τὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
Κύριε, ἐλέησον.
Ὑπέρ τῶν προτεθέντων τιμίων δώρων, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου καί τῶν μετὰ πίστεως, εὐλαβείας
καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου
καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ
χάριτι.
Κύριε, ἐλέησον.
Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον,
παρά τοῦ Κυρίου, αἰτησώμεθα.
Παράσχου Κύριε
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καί τῶν
σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Παράσχου Κύριε
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καί τῶν πλημμελημάτων
ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Παράσχου Κύριε
67
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ
κόσμῳ, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Παράσχου Κύριε
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ
ἐκτελέσαι, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Παράσχου Κύριε
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα,
εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ
Χριστοῦ αἰτησώμεθα.
Παράσχου Κύριε
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης
ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν
Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν
ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοι Κύριε.
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ κτίσας ἡμᾶς καὶ ἀγαγὼν εἰς τὴν ζωὴν
ταύτὴν, ὁ ὑποδείξας ἡμῖν ὁδοὺς εἰς σωτηρίαν, ὁ χαρισάμενος
ἡμῖν οὐρανίων μυστηρίων ἀποκάλυψιν, σὺ εἶ ὁ θέμενος ἡμᾶς εἰς
τὴν διακονίαν ταύτην ἐν τῇ δυνάμει τοῦ Πνεύματός σου τοῦ
Ἁγίου. Εὐδόκησον δή, Κύριε, τοῦ γενέσθαι ἡμᾶς διακόνους τῆς
καινῆς σου Διαθήκης, λειτουργοὺς τῶν ἁγίων σου Μυστηρίων,
πρόσδεξαι ἡμᾶς προσεγγίζοντας τῷ ἁγίῳ σου θυσιαστηρίῳ, κατὰ
τὸ πλῆθος τοῦ ἐλέους σου, ἵνα γενώμεθα ἄξιοι τοῦ προσφέρειν
σοι τὴν λογικὴν ταύτην καὶ ἀναίμακτον θυσίαν ὑπὲρ τῶν
ἡμετέρων ἁμαρτημάτων, καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων, ἣν
προσδεξάμενος εἰς τὸ ἅγιον, ὑπερουράνιον καὶ νοερόν σου
θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας, ἀντικατάπεμψον ἡμῖν τὴν χάριν
τοῦ Ἁγίου σου Πνεύματος. Ἐπίβλεψον ἐφ’ ἡμᾶς, ὁ Θεός, καὶ ἔπιδε
ἐπὶ τὴν λατρείαν ἡμῶν ταύτην , καὶ πρόσδεξαι αὐτήν, ὡς
προσεδέξω Ἄβελ τὰ δῶρα, Νῶε τὰς θυσίας, Ἀβραὰμ τὰς
ὁλοκαρπώσεις, Μωϋσέως καὶ Ἀαρὼν τὰς ἱερωσύνας, Σαμουὴλ τὰς
εἰρηνικάς. Ὡς προσεδέξω ἐκ τῶν ἁγίων σου Ἀποστόλων τὴν
ἀληθινὴν ταύτην λατρείαν, οὕτω καὶ ἐκ τῶν χειρῶν ἡμῶν τῶν
ἁμαρτωλῶν πρόσδεξαι τὰ Δῶρα ταῦτα, ἐν τῇ χρηστότητί σου,
68
Κύριε, ἵνα, καταξιωθέντες λειτουργεῖν ἀμέμπτως τῷ ἁγίῳ σου
θυσιαστηρίῳ, εὕρωμεν τὸν μισθὸν τῶν πιστῶν καὶ φρονίμων
οἰκονόμων, ἐν τῇ ἡμέρᾳ τῇ φοβερᾷ τῆς ἀνταποδόσεώς σου τῆς
δικαίας.
Διά τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς
εἶ, σὺν τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν
καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
+ Εἰρήνη πᾶσι.
Καὶ τῷ πνεύματί σου.
Ἀγαπήσωμεν ἀλλήλους, ἵνα ἐν ὁμονοίᾳ ὁμολογήσωμεν.
Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ
ἀχώριστον.
ή
Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου, Κύριος στερέωμά μου, καὶ
καταφυγή μου, καὶ ῥύστης μου.
Τὰς θύρας, τὰς θύρας. Ἐν σοφίᾳ πρόσχωμεν.
 Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν
οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.
 Καὶ εἰς ἕναν Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱόν τοῦ Θεοῦ τὸν
Μονογενῆ, τον ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν
αἰώνων. Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ
γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι’ οὗ τὰ πάντα
ἐγένετο.
 Τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν
σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ
Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ
ἐνανθρωπήσαντα.
69
 Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ
παθόντα καὶ ταφέντα.
 Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ
ἀνελθόντα εἰς τοὺς Οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ
Πατρός.
 Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς,
οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.
 Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν, τὸ ἐκ
τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῶ
συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διά τῶν
Προφητῶν.
 Εἰς Μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν.
 Ὁμολογῶ ἕν Βάπτισμᾳ εἰς ἄφεσιν ἁμαρτιῶν.
 Προσδοκῶ ἀνάστασιν νεκρῶν.
 Καὶ ζωήν τοῦ μέλλοντος αἰῶνος.
 Ἀμήν.
Στῶμεν καλῶς, στῶμεν μετὰ φόβου, πρόσχωμεν, τὴν ἁγίαν
ἀναφοράν, ἐν εἰρήνῃ προσφέρειν.
Ἔλεον εἰρήνης, θυσίαν αἰνέσεως.
Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ Θεοῦ
καί Πατρὸς καὶ ἡ κοινωνία τοῦ Ἁγίου Πνεύματος εἴη μετὰ
πάντων ὑμῶν.
Καὶ μετά τοῦ πνεύματός σου.
Ἄνω σχῶμεν τὰς καρδίας.
Ἔχομεν πρὸς τὸν Κύριον.
Εὐχαριστήσωμεν τῷ Κυρίῳ.
Ἄξιον καὶ δίκαιόν ἐστι.
Τὸν ἐπινίκιον ὕμνον ᾄδοντα, βοῶντα, κεκραγότα, καὶ λέγοντα,
70
Ἅγιος, ἅγιος, ἅγιος, Κύριος Σαβαώθ, Πλήρης, ὁ οὐρανὸς καὶ ἡ γῆ
τῆς δόξης σου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ
ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσσανὰ ὁ ἐν τοῖς ὑψίστοις.
Ἔδωκε τοῖς ἁγίοις αὐτοῦ Μαθηταῖς καὶ Ἀποστόλοις, εἰπών·
Λάβετε, φάγετε. τοῦτό μού ἐστι τὸ Σῶμα, τὸ ὑπὲρ ὑμῶν
κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
Ἀμήν.
Ἔδωκε τοῖς ἁγίοις αὐτοῦ Μαθηταῖς καὶ Ἀποστόλοις, εἰπών·
Πίετε ἐξ αὐτοῦ πάντες. Τοῦτό ἐστι τὸ Αἷμα μου, το τῆς Καινῆς
Διαθήκης, τὸ ὑπὲρ ἡμῶν καὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν
ἁμαρτιῶν.
Ἀμήν.
Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν· ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν
Ἄρτον τοῦτον, καὶ τὸ Ποτήριον τοῦτο πίνητε, τὸν ἐμὸν θάνατον
καταγγέλλετε, τὴν ἐμὴν Ἀνάστασιν ὁμολογεῖτε. Μεμνημένοι οὖν,
Δέσποτα, καὶ ἡμεῖς τῶν σωτηρίων αὐτοῦ Παθημάτων, τοῦ
ζωοποιοῦ Σταυροῦ, τῆς τριημέρου Ταφῆς, τῆς ἐκ νεκρῶν
Ἀναστάσεως, τῆς εἰς οὐρανοὺς Ἀνόδου, τῆς ἐκ δεξιῶν σοῦ τοῦ
Θεοῦ καὶ Πατρὸς Καθέδρας, καὶ τῆς ἐνδόξου καὶ φοβερᾶς
δευτέρας αὐτοῦ Παρουσίας.
Τὰ Σὰ ἐκ τῶν Σῶν, σοὶ προσφέρομεν κατὰ πάντα, καὶ διὰ πάντα.
Σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ εὐχαριστοῦμεν, Κύριε, καὶ
δεόμεθά σου, ὁ Θεὸς ἡμῶν.
Εἰς τό, Ἐξαιρέτως
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν
ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν
71
τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως
Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐν πρώτοις, μνήσθητι, Κύριε, τοῦ Ἀρχιεπισκόπου ἡμῶν, ὃν
χάρισαι ταῖς ἁγίαις σου Ἐκκλησίαις ἐν εἰρήνῃ, σῶον, ἔντιμον,
ὑγιᾶ, μακροημερεύοντα, καὶ ὀρθοτομοῦντα τὸν λόγον τῆς σῆς
ἀληθείας.
Καὶ ὧν ἕκαστος κατὰ διάνοιαν ἔχει, καὶ πάντων καὶ πασῶν.
Καὶ πάντων καὶ πασῶν.
Μέγα τὸ ὄνομα τῆς Ἁγίας Τριάδος, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Μνήσθητι, Κύριε, πάσης Ἐπισκοπῆς Ὀρθοδόξων, τῶν
ὀρθοτομούντων τὸν λόγον τῆς σῆς ἀληθείας. Μνήσθητι, Κύριε,
κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, καὶ τῆς ἐμῆς ἀναξιότητος,
συγχώρησόν μοι πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον, καὶ
μὴ διὰ τὰς ἐμὰς ἁμαρτίας κωλύσῃς τὴν χάριν τοῦ Ἁγίου σου
Πνεύματος ἀπὸ τῶν προκειμένων Δώρων. Μνήσθητι, Κύριε, τοῦ
Πρεσβυτερίου, τῆς ἐν Χριστῷ Διακονίας, καὶ παντὸς ἱερατικοῦ
Τάγματος, καὶ μηδένα ἡμῶν καταισχύνῃς τῶν κυκλούντων τὸ
ἅγιόν σου θυσιαστήριον. Ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητί σου,
Κύριε, ἐπιφάνηθι ἡμῖν ἐν τοῖς πλουσίοις σου οἰκτιρμοῖς,
εὐκράτους καὶ ἐπωφελεῖς τοὺς ἀέρας ἡμῖν χάρισαι, ὄμβρους
εἰρηνικοὺς τῇ γῇ πρὸς καρποφορίαν δώρησαι. Εὐλόγησον τὸν
στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, παῦσον τὰ
σχίσματα τῶν Ἐκκλησιῶν, σβέσον τὰ φρυάγματα τῶν ἐθνῶν, τὰς
τῶν αἱρέσεων ἐπαναστάσεις ταχέως κατάλυσον, τῇ δυνάμει τοῦ
Ἁγίου σου Πνεύματος. Πάντας ἡμᾶς πρόσδεξαι εἰς τὴν βασιλείαν
σου, υἱούς φωτὸς καὶ υἱοὺς ἡμέρας ἀναδείξας, τὴν σὴν εἰρήνην,
καὶ τὴν σὴν ἀγάπην χάρισαι ἡμῖν, Κύριε ὁ Θεὸς ἡμῶν· πάντα γὰρ
ἀπέδωκας ἡμῖν.
Καὶ δὸς ἡμῖν ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ, δοξάζειν καὶ
ἀνυμνεῖν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς
72
καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ
Χριστοῦ, μετὰ πάντων ὑμῶν.
Καὶ μετά τοῦ πνεύματός σου.
Πάντων τῶν ἁγίων μνημονεύσαντες, ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ
Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ τῶν προσκομισθέντων καὶ ἁγιασθέντων τιμίων δώρων, τοῦ
Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν, ὁ προσδεξάμενος αὐτὰ εἰς τὸ
ἅγιον καὶ ὑπερουράνιον καὶ νοερὸν αὐτοῦ θυσιαστήριον εἰς
ὀσμὴν εὐωδίας πνευματικῆς, ἀντικαταπέμψῃ ἡμῖν τὴν θείαν
Χάριν καὶ τὴν δωρεάν τοῦ Ἁγίου Πνεύματος δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου
καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ
χάριτι.
Κύριε, ἐλέησον.
Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον,
παρά τοῦ Κυρίου, αἰτησώμεθα.
Παράσχου Κύριε
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καί τῶν
Παράσχου Κύριε
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καί τῶν πλημμελημάτων
ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Παράσχου Κύριε
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ
κόσμῳ, παρά τοῦ Κυρίου αἰτησώμεθα.
73
Παράσχου Κύριε
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ
ἐκτελέσαι, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Παράσχου Κύριε
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα,
εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ
Χριστοῦ αἰτησώμεθα.
Παράσχου Κύριε
Τὴν ἑνότητα τῆς πίστεως καὶ τὴν κοινωνίαν τοῦ Ἁγίου Πνεύματος
αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν
Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Παράσχου Κύριε
Ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σώζειν, σὺ ἡμᾶς δίδαξον εὐχαριστεῖν
σοι ἀξίως ὑπὲρ τῶν εὐεργεσιῶν σου, ὧν ἐποίησας, καὶ ποιεῖς μεθ’
ἡμῶν. Σύ, ὁ Θεὸς ἡμῶν, ὁ προσδεξόμενος τὰ Δῶρα ταῦτα,
καθάρισον ἡμᾶς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος,
καὶ δίδαξον ἐπιτελεῖν ἁγιωσύνην ἐν φόβῳ σου, ἵνα ἐν καθαρῷ τῷ
μαρτυρίῳ τῆς συνειδήσεως ἡμῶν, ὑποδεχόμενοι τὴν μερίδα τῶν
ἁγιασμάτων σου, ἑνωθῶμεν τῷ ἁγίῳ Σώματι καὶ Αἵματι τοῦ
Χριστοῦ σου. Καὶ ὑποδεξάμενοι αὐτὰ ἀξίως, σχῶμεν τὸν Χριστόν,
κατοικοῦντα ἐν ταῖς καρδίαις ἡμῶν, καὶ γενώμεθα ναὸς τοῦ Ἁγίου
σου Πνεύματος. Ναί, ὁ Θεὸς ἡμῶν, καὶ μηδένα ἡμῶν ἔνοχον
ποιήσῃς τῶν φρικτῶν σου τούτων καὶ ἐπουρανίων Μυστηρίων,
μηδὲ ἀσθενῆ ψυχῇ καὶ σώματι, ἐκ τοῦ ἀναξίως αὐτῶν
μεταλαμβάνειν, ἀλλὰ δὸς ἡμῖν μέχρι τῆς ἐσχάτης ἡμῶν ἀναπνοῆς,
ἀξίως ὑποδέχεσθαι τὴν μερίδα τῶν ἁγιασμάτων σου, εἰς ἐφόδιον
ζωῆς αἰωνίου, εἰς ἀπολογίαν εὐπρόσδεκτον, τὴν ἐπὶ τοῦ φοβεροῦ
βήματος τοῦ Χριστοῦ σου, ὅπως ἂν καὶ ἡμεῖς μετὰ πάντων τῶν
Ἁγίων, τῶν ἀπ’ αἰῶνός σοι εὐαρεστησάντων, γενώμεθα μέτοχοι
τῶν αἰωνίων σου ἀγαθῶν, ὧν ἡτοίμασας τοῖς ἀγαπῶσί σε, Κύριε.
74
Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παρρησίας, ἀκατακρίτως,
τολμᾶν ἐπικαλεῖσθαι σὲ τὸν ἐπουράνιον Θεὸν Πατέρα, καὶ
λέγειν·
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου,
ἐλθέτω ἡ Βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ
καὶ ἐπί τῆς γῆς.
Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν
τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ἀφειλέταις
ἡμῶν.
Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπό
τοῦ πονηροῦ.
Ὅτι σοῦ ἔστιν ἡ Βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς
καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
+ Εἰρήνη πᾶσι.
Καὶ τῷ πνεύματί σου.
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Σοί, Κύριε.
Δέσποτα Κύριε, ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης
παρακλήσεως, τοὺς ὑποκεκλικότας σοι τὰς ἑαυτῶν κεφαλὰς
εὐλόγησον, ἁγίασον, φρούρησον, ὀχύρωσον, ἐνδυνάμωσον, ἀπὸ
παντὸς ἔργου πονηροῦ ἀπόστησον, παντὶ δὲ ἔργῳ ἀγαθῷ
σύναψον, καὶ καταξίωσον ἀκατακρίτως μετασχεῖν τῶν ἀχράντων
σου τούτων καὶ ζωοποιῶν Μυστηρίων, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς
Πνεύματος Ἁγίου κοινωνίαν.
Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπία τοῦ μονογενοῦς σου
Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ
75
ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων.
Ἀμήν.
Πρόσχες, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐξ ἁγίου
κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης τῆς βασιλείας σου, καὶ
ἐλθὲ εἰς τὸ ἁγιάσαι ἡμᾶς, ὁ ἄνω τῷ Πατρὶ συγκαθήμενος καὶ ὧδε
ἡμῖν ἀοράτως συνών, καὶ καταξίωσον τῇ κραταιᾷ σου χειρὶ
μεταδοῦναι ἡμῖν τοῦ ἀχράντου Σώματός σου, καὶ τοῦ τιμίου
Αἵματος, καὶ δι’ ἡμῶν παντὶ τῷ Λαῷ.
Ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ καὶ ἐλέησον με. (3)
Πρόσχωμεν
Τὰ Ἅγια τοῖς Ἁγίοις.
Εἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός.
Ἀμήν.
Κοινωνικὸν
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς
οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἀλληλούϊα.
Μετὰ φόβου Θεοῦ, πίστεως καὶ ἀγάπης προσέλθετε.
Μεταλαμβάνει ὁ δοῦλος τοῦ Θεοῦ __ σῶμα καὶ αἷμα Χριστοῦ
εἰς ἄφεσιν ἁμαρτιῶν καὶ ζωὴν αἰώνιων.
Ἀμήν.
Σῶσον, ὁ Θεός, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν
σου.
Αντί του εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, Ἀπολυτίκιον Ἦχος α’
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ ἐν τοῖς
μνήμασι, ζωὴν χαρισάμενος.
76
Αµήν, αµήν, αµήν, εις άφεσιν αµαρτιών και εις ζωήν αιώνιον.
Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως
ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων
μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν
ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα,
Ἀλληλουΐα.
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ
αἰῶνος (ἐκ γ’).
Ἀπόλυσις.
Ὁ ἀναστὰς ἐκ νεκρῶν, Χριστὸς ὁ
ἀληθινός Θεός ἡμῶν, ταῖς πρεσβείαις τῆς
παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ
Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ
Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων
Δυνάμεων Ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου,
ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ
Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων
Ἀποστόλων, τοῦ ἁγίου ἐνδόξου καὶ
πανευφήμου Ἀποστόλου Βαρνάβα – ἱδρυτοῦ καὶ
προστάτου τῆς Ἁγιωτάτης Ἐκκλησίας τῆς
Κύπρου, τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου
Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ
Χρυσοστόμου, τῶν ἁγίων ἐνδόξων καὶ
καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ
θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ἁγίου τοῦ
Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων
Ἰωακείμ καὶ Ἄννης, καὶ πάντων τῶν Ἁγίων,
ἐλεήσαι καὶ σώσαι ῆμᾶς, ὡς ἀγαθός καὶ
φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
ΙΕΡΕΥΣ: Χριστὸς ἀνέστη! (τρίς)
77
Ο ΛΑΟΣ: Ἀληθῶς ἀνέστη! (τρίς)
ΙΕΡΕΥΣ: Δόξα τῇ Ἁγίᾳ Αὐτοῦ τριημέρῳ
ἐγέρσει.
Ο ΛΑΟΣ: Προσκυνοῦμεν Αὐτοῦ τὴν
τριήμερον ἔγερσιν.
Καὶ ὁ Ἱερεὺς κατακλείει διὰ τοῦ:
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας,
καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Ο ΛΑΟΣ: Ἀληθῶς ἀνέστη ὁ Κύριος.